Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Θέα δ᾿ οὖν ἔτι εἰς ὅσον θεοφιλοῦς ἀρετῆς προελθεῖν φασι τοὺς δηλουμένους. ἀποδεξάμενον τὸ θεῖον τῆς τε ἄλλης τοῦ βίου εὐσεβείας καὶ φιλοσοφίας τῆς τε περὶ αὐτὸ θεραπείας τοὺς ἄνδρας, ἤδη καὶ θειοτέρων χρησμῶν θεοφανειῶν τε αὐτοὺς καὶ ἀγγελικῶν ὀπτασιῶν ἠξίου, τὰ ἐνδέοντα τῇ θνητῇ φύσει ταῖς τῶν πρακτέων ὑποθήκαις ἐπιδιορθούμενον, δογμάτων τε καὶ μαθημάτων αὐτοῖς θεοπρεπῶν τὴν γνῶσιν ἀποκαλύπτον, ὡς μηκέτι συλλογισμοῖς, μηδὲ εἰκασίαις, ἐκλάμψει δὲ αὐτῆς ἀληθείας φωτίζεσθαι τὰς διανοίας αὐτῶν, ὥστε ἤδη θεοφορουμένους τὴν τῶν μέλλοντων ἔσεσθαι ὡς παρόντων ἐπιθεωρεῖν κατάληψιν, καὶ τὰ καθόλου συμβησόμενα τῷ τῶν ἀνθρώπων γένει θεσπίζειν.

τοιαῦτα τῆς Ἑβραίων ἀρετῆς τὰ πολυύμνητα καὶ ὡς ἀληθῶς θεοφιλῆ περιέχει λόγια, ἃ τῶν Ἑλληνικῶν καὶ πατρίων μύθων τε καὶ λήρων προτετιμήκαμεν· οἱ μέν γε περὶ θεῶν τὰ αἰσχρότατα περιεῖχον, οἱ δὲ περὶ θεοφιλῶν ἀνδρῶν τὰς εὐσεβεῖς διδασκαλίας.