Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

’ Περὶ δὲ τοῦ ποσοῦ τῆς οὐσίας, εἰ δὴ γέγονεν ὄντως, ἐκεῖνο λεκτέον. ἐστοχάσατο πρὸς τὴν τοῦ κόσμου γένεσιν ὁ θεὸς αὐταρκεστάτης ὕλης, ὡς μήτ’ ἐνδέοι μήθ’ ὑπερβάλλοι. καὶ γὰρ ἄτοπον ἦν ttotg μὲν κατὰ μέρος τεχνίταις, ὁπότε τι δημιουργοῖεν, καὶ μάλιστα τῶν πολυτελῶν, τὸ ἐν ὕλαις αὔταρκες σταθμήσασθαι, τὸν δ’ ἀριθμοὺς καὶ μέτρα καὶ τὰς ἐν τούτοις ἰσότητας ἀνευρηκότα μὴ φροντίσαι τοῦ ἱκανοῦ.

λέξω δὴ μετὰ παρρησίας ὅτι οὔτ’ ἐλάττονος οὔτε πλείονος οὐσίας ἔδει τῷ κόσμῳ πρὸς κατασκευὴν, ἐπεὶ οὐκ ἂν ἐγένετο τέλειος, οὐδ’ ἐν πάσι τοῖς μέρεσιν ὁλόκληρος, εὑ δὲ δεδημιουργημένος ἐκ τελείας οὐσίας ἀπετελέσθη. πανσόφου γὰρ τὴν τέχνην ἴδιον, πρὶν ἄρξασθαί τινος κατασκευῆς, τὴν ἱκανὴν ἰδεῖν ὕλην.

ἄνθρωπος μὲν οὐν κἂν εἰ τῶν ἄλλων τὴν ἐπιστήμην διαφέροι, μὴ δυνάμενος κατὰ τὸ παντελὲς ἐκφυγεῖν τὴν συγγενῆ τῶν θνητῶν πλάνην, ἀπατῷτο ἂν ἴσως περὶ τὴν ποσότητα τῆς ὕλης, ὁπότε τεχνιτεύοι, τοτὲ μὲν ὡς ἐλάττονι προστιθέναι, τοτὲ δὲ ὡς περιττῆς ἀφαιρεῖν· ὁ δὲ πηγή τις ὢν ἐπιστημῶν ἐνδέον ἢ περιττεῦον οὐδὲν ἔμελλεν ὑποβάλλεσθαι, μέτροις ἅτε χρώμενος εἰς ἀκρίβειαν ὑπερφυῶς πεπονημένοις ἅπασιν ἐπαινετοῖς.

ὁ δὲ βουλόμενος ἄλλως ὑθλεῖν οὐκ ἂν φθάνοι [*](5 Φίλων — ] vol. 2. p. 625.)

v.1.p.390
καὶ τὰ πάντων ἔργα τῶν τεχνιτῶν αἴτια τιθέμενος, ὡς ἄμεινον τῆς κατασκευῆς ἐπιλαχόντα προσθέσει τινὸς ἢ μειώσει τῶν ἐν ὕλαις. ἀλλὰ γὰρ σοφιστείας μὲν ἔργον εὑρεσιλογεῖν, σοφίας δὲ ἕκαστα διερευνᾶν τῶν ἐν τῇ φύσει.

Καὶ τὰ μὲν τοῦ Φίλωνος τοῦτον ἐχέτω τὸν τρόπον. Μαξίμῳ δὲ τῆς Χριστοῦ διατριβῆς οὐκ ἀσήμῳ ἀνδρὶ καὶ λόγος οἰκεῖος συγγέγραπται ὁ Περὶ τῆς ὕλης. ἐξ οὗ μοι δοκῶ μέτρια χρησίμως παραθήσεσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος ἔλεγχον.