Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πόθεν δὲ καὶ δεκτικὴ γεγένηται πάσης ἧς βούλεται ὁ θεὸς ποιότητος, μὴ αὐτοῦ τοῦ θεοῦ ἑαυτῷ τοσαύτην καὶ τοιαύτην ποιήσαντος ὁποίαν ἔχειν ἐβούλετο;

καθ’ ὑπόθεσιν γοῦν ἀποδεξάμενοι τὸ ἀγέννητον εἶναι τὴν ὕλην ταῦτα ἐροῦμεν πρὸς τοὺς τοῦτο βουλομένους, ὅτι εἰ προνοίας οὐχ ὑποβαλλούσης τὴν οὐσίαν τῷ θεῷ τοιαύτη γεγένηται, εἰ πρόνοια ἦν ὑφεστῶσα, τί ἂν πλέον πεποιήκει τοῦ αὐτομάτου;

καὶ εἰ αὐτὸς, μὴ οὔσης ὕλης, ἐβούλετο κατασκευάσαι αὐτὴν, τί ἂν πλέον ἡ σοφία καὶ ἡ θειότης αὐτοῦ πεποιήκει τοῦ ἐξ ἀγεννήτου ὑποστάντος ὑποστάντος; εἰ γὰρ εὑρίσκεται ταὐτὸν γενόμενον ἂν ὑπὸ τῆς προνοίας, ὅπερ καὶ χωρὶς προνοίας ὑπέστη, διὰ τί οὐχὶ καὶ ἐπὶ τοῦ κόσμου ἀθετήσομεν τὸν δημιουργὸν καὶ τὸν τεχνίτην;

ὥσπερ γὰρ ἄτοπον ἐπὶ τοῦ κόσμου εἰπεῖν οὕτω τεχνικῶς κατεσκευασμένου τὸ χωρὶς τεχνίτου σοφοῦ αὐτὸν τοιοῦτον γεγονέναι, οὕτω καὶ τὸ τὴν ὕλην τοσαύτην καὶ τοιαύτην καὶ οὕτως εἰκτικὴν τῷ τεχνίτῃ λόγῳ θεοῦ ὑφεστηκέναι ἀγεννήτως ἐπ’ ἴσης ἐστὶν ἄλογον.

πρὸς μέντοι γε τοὺς παραβάλλοντας ὅτι οὐδεὶς δημιουργὸς χωρὶς ὕλης ποιεῖ λεκτέον ὅτι ἀνομοίως παραβάλλουσι. πρόνοια γὰρ παντὶ τεχνίτῃ ὑποβάλλει τὴν ὕλην ἀπὸ προτέρας τέχνης, ἢ

v.1.p.389
θείας ἢ ἀνθρωπίνης, ἐρχομένην. ταῦτα μὲν οὑν ἐπὶ τοῦ παρόντος ἀρκέσει πρὸς τοὺς διὰ τὸ λέγεσθαι “ἡ δὲ yij ἦν ἀόρατος καὶ ἀκατασκεύαστος” οἰομένους ἀγέννητον εἶναι τὴν σωματικὴν φύσιν.”

Τοσαῦτα καὶ οὗτος. καὶ ὁ Ἑβραῖος δὲ Φίλων ἐν τῷ περὶ τῆς προνοίας ταῦτα περὶ τῆς ὕλης διέξεισι