Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“Ὅτι δὲ φιλοῦσι τὰ σύμβολα τῶν χαρακτήρων ἡ Ἑκάτη παραβάλλουσα πρὸς ἃ φιλοῦσιν οἱ ἄνθρωποι μεμήνυκε διὰ τούτων
οὐ μόνον δ᾿ ὅτι φίλοι οἱ χαρακτῆρες δεδήλωκεν, ἀλλ᾿ ὅτι καὶ, ὅπερ ἔφαμεν, αὐτοὶ περιγράφονται, καί εἰσιν οἷον ἐν ἱερῷ χωρίῳ τῇ ὑποκειμένῃ εἰκόνι· οὐ γὰρ ἐπὶ γῆς ὀχεῖσθαι, ἀλλ᾿ ἐπὶ γῆς ἱερὰς ἐδυνήθησαν· ἱερὰ δὲ ἡ εἰκόνα φέρουσα θεοῦ, ἧς ἀρθείσης λέλυται τὸ κρατοῦν ἐπὶ γῆς τὸ θεῖον.”
Διὰ δὴ τούτων ἁπάντων ἡγοῦμαι σαφῶς ἐληλέγχθαι ὡς ἄρα περίγειοί τινες καὶ φιλοπαθεῖς δαίμονες ἥλωσαν αὐτῶν ὄντες οἱ θεοί· διό μοι δοκῶ σώφρονι λογισμῷ τὴν ἀποστροφὴν αὐτῶν πεποιῆσθαι.
ὁρᾷς γοῦν ὡς κρατεῖν αὐτοὺς ἔν τισι γῆς χωρίοις τοὺς κατὰ μαγείαν φασὶ τύπους καὶ τοὺς τοιούσδε χαρακτῆρας, δέον, εἴπερ ἄρα θεῖόν τι ἦν ἀληθῶς, μηδ᾿ ἀλλαχῆ πη ἐπιβαίνειν ἢ ἐν μόνῃ ψυχῆς διανοίᾳ, καὶ ταύτῃ παντὸς ῥύπου καὶ πάσης κηλῖδος κεκαθαρ-