Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ἐμφαίνουσι δὲ πολλαχοῦ οἶ θεοὶ ἅπερ λέγουσι προσημαίνοντες, τῷ ἑκάστου γινώσκειν τὴν τῆς γενέσεως σύστασιν, εἶναι αὐτοὺς , εἰ χρὴ οὕτω φάναι, ἄκρους τε μάγους καὶ ἄκρους γενεθλιαλόγους. καὶ πάλιν ἐν χρησμοῖς ἔφη τὸν Ἀπόλλωνα εἰπεῖν
ὁ δ᾿ αὐτὸς καὶ ταῦτα παρατίθησιν
“Ἒστι δὲ σύμβολα μὲν τῆς Ἑκάτης κηρὸς τρίχρωμος, ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ συνεστὼς, ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ λαμπάδα καὶ ξίφος, περὶ ἣν εἱλείσθω δράκων· οὐ- ρανοῦ δὲ ἀστέρες οἱ θαλάττιοι πρὸ τῶν θυρῶν πεπατταλευμένοι. ταῦτα γὰρ οἱ θεοὶ αὐτοὶ μεμηνύκασι διὰ τούτων. λέγει δὲ ὁ Πὰν
Διὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ὁ γενναἲος Ἑλλήνων φιλόσοφος, ὁ θαυμαστὸς θεολόγος, ὁ τῶν ἀπορρήτων μύστης, τὴν ἐκ λογίων φιλοσοφίαν ὡς ἀπόρρητα θεῶν περιέχουσαν λόγια παραφαίνει, ἄντικρυς τῆς πονηρᾶς καὶ δαιμονικῆς ἀληθῶς δυνά-
τί δ᾿ ἂν ἔχοι θεοφιλὲς ἡ τῶν ἀψύχων ξοάνων περιεργία; ποίας δ᾿ εἰκὼν ἐνθέου γένοιτ᾿ ἂν δυνάμεως ἡ τῶν τοιῶνδε σχημάτων μόρφωσις; τί δ᾿ οὐ μᾶλλον φιλοσοφεῖν ἢ μαγεύειν καὶ τὰ ἀπειρημένα διώκειν συμβουλεύειν ἐχρῆν, τοῦ κατ᾿ ἀρετὴν καὶ φιλοσοφίαν τρόπου πρ`ς εὐδαίμονα καὶ μακάριον βίον αὐτάρκους τυγχάνοντος; ὁ δὲ ἐπιτείνων τὸν οἰκεῖον ἔλεγχον προστίθησι τοῖς εἰρημένοις καὶ ταῦτα