Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρα- καλούμενοι ἐπιτάττονται ὡς χείρους, καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα τὰ ἄδικα αὐτοὶ κελευσθέντες δρᾶν ὑπομένουσι· καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσι.

καὶ ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσι δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοἲς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται, αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεἲν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται.

πολλῷ δὲ τούτων ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνη-

v.1.p.230
κότος, αὐτῷ δὲ τῷ βασιλεῖ ἡλίῳ, ἢ σελήνῃ, ἤ τινι τῶν κατ᾿ οὐρανὸν, ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα ἐκφοβεῖν, ψευδόμενον, ἵν᾿ ἐκεἲνοι ἀληθεύσωσι.

τὸ γὰρ λέγειν ὅτι τὸν οὐρανὸν προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ, καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει, καὶ τὴν βᾶριν στήσει, καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερβολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι, ἃ μήτε οἶδε μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοικόσιν οὕτω κενὸν φόβον καὶ πλάσματα, ὡς κομιδῆ παῖδες ἀνόητοι;

καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς ἀναγράφει ταῦτα, ὡς καὶ παρ᾿ Αἰγυπτίοις θρυλούμενα, καὶ ταῦτά φασιν εἶναι καὶ τὰ τοιαῦτα βιαστικώτατα.

αὐταὶ δὲ αἱ εὐχαὶ τίνα ἔχουσι λόγον, τὸν ἐξ ἰλύος ἀναφανέντα λέγουσαι, καὶ ἐπὶ τῷ λωτῷ καθήμενον, καὶ ἐπὶ πλοίου ναυτιλλόμενον, καὶ καθ᾿ ὥραν τὰς μορφὰς ἀμείβοντα, καὶ κατὰ ζῴδιον μετασχηματιζόμενον; οὕτω γάρ φασιν αὐτοπτεῖσθαι, ἀγνοοῦντες ὅτι τὸ ἴδιον πάθος τῆς αὐτῶν φαντασίας ἐκείνῳ περιάπτουσιν.

εἰ δὲ συμβολικῶς λέγεται ταῦτα, τῶν ἐκείνου δυνάμεων ὄντα σύμβολα, τὴν ἑρμηνείαν τῶν συμβόλων εἰπάτωσαν. δῆλον γὰρ ὡς εἰ τοῦ ἡλίου ἦν τὸ πάθος, καθάπερ ἐν ταῖς ἐκλείψεσι, πᾶσιν ἂν ὤφθη ταυτὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσι.

τί δὲ καὶ τὰ ἄσημα βούλεται ὀνόματα καὶ τῶν ἀσήμων τὰ βάρ- βαρα πρὸ τῶν ἑκάστῳ οἰκείων; εἰ γὰρ πρὸς τὸ σημαινόμενον ἀφορᾷ τὸ ἀκοῦον, αὐτάρκης ἡ αὐτὴ μένουσα ἔννοια δηλῶσαι, κἂν ὁποιονοῦν ὑπάρχῃ, τοὔνομα.

οὐ γάρ που καὶ ὁ καλούμενος Αἰγύπτιος ἦν τῷ γένει· εἰ δὲ καὶ Αἰγύπτιος, ἀλλ᾿ οὔ τί γε Αἰγυπτίᾳ χρώμενος φωνῇ, οὐδ᾿ ἀνθρωπείᾳ ὅλως χρώ-

v.1.p.231
μένος. ἢ γὰρ γοήτων ἦν ταῦτα πάντα τεχνάσματα καὶ προκαλύμματα διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμὰς γινομένων παθῶν, ἢ λελήθαμεν ἐναντίας ἐννοίας ἔχοντες περὶ τοῦ θείου ἢ αὐτὸ τῷ ὄντι διάκειται.’’

Ταῦτ’ εἰπὼν πάλιν ἀπορεῖ πρὸς τὸν Αἰγύπτον λέγων

Ἐἰ δὲ οἱ μὲν ἀπαθεῖς , οἱ δὲ ἐμπαθεῖς, οἶς διὰ τούτων φαλλούς φασιν ἱστάναι καὶ ποιεῖσθαι αἰσχρορρημοσήνας, μάταιοι αἱ θεῶν κλήσεις ἔσονται, προσκλήσεις αὐτῶν ἐπαγγελλόμεναι, καὶ μήνιδος ἐριλάσεις, καὶ ἐκθύσεις, καὶ ἔτι μᾶλλον αἱ λεγόμεναι ἀνάγκαι θεῶν. ἀκήλητον γὰρ καὶ ἀβίαστον καὶ ἀκατανάγκαστον τὸ ἀπαθές.’’

Καὶ πάλιν ἑξῆς ἐπιλέγει

“Μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται περὶ δραπέτου εὑρέσεως, ἢ χωρίου ὠνῆς, ἢ γάμου, εἰ τύχοι, ἢ ἐμπορίας , τὸν θεῖον νοῦν ἐνοχλήσασιν. εἰ δ’ οὐ παρεῖται μὲν, οἱ δὲ συνόντες περὶ μὲν τῶν ἄλλων τάληθέστατα λέγουσι, περὶ δὲ εὐδαιμονίας οὐδὲν ἀσφαλὲς οὐδ’ ἐχέγγυον, οὐκ ἦσαν ἄρα οὔτε θεοὶ οὔτ’ ἀγαθοὶ δαίμονες, ἀλλ’ ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος.’’

Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον καὶ ἀπὸ ταύτης προκείσθω τῆς Πορφυρίου γραφῆς. καὶ μὴν καὶ διδάσκαλοί γε τῆς κακοτέχνου γοητείας αὐτοὶ δὴ πρῶτοι οἶ γενναῖοι θεοὶ κατέστησαν. πόθεν γὰρ ἀνθρώποις ταῦτα παρῆν εἰδέναι ἢ τῶν δαιμόνων αὐτῶν τὰ περὶ ἑαυτῶν ἐξειπόντων καὶ τοὺς καταδέσμους τοὺς κατ’ ἀλλήλων ἐξηγορευκότων ;

μηδὲ τοῦτον δὲ ἡμέτερον εἶναι τὸν λόγον ἡγοῦ · οὐδὲν γὰρ τούτων ἡμεῖς ὁμολογοῦμεν οὔτε ἐπίστασθαι οὔτε θέλειν εἰ- δέναι. πλὴν εἰς ἔλεγχον τῆς περὶ ταῦτα ἀτοπίας καὶ

v.1.p.232
εἰς ἡμετέραν ὁμοῦ τῆς τούτων ἀναχωρήσεως ἀπολο- γίαν ὁ τούτων ἡμῖν παρεισήχθω μάρτυς , σοφὸς ὢν ἐν τοῖς γνωρίμοις, καὶ πάντα ἀκριβῶς τὰ οἰκεῖα εἰδώς τε καὶ ὑποτιθέμενος. ὁ δὴ οὑν αὐτὸς ἐν τῇ δηλωθείσῃ τῶν λογίων συναγωγῇ ταῦτα λέγει πρὸς λέξιν