Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

" Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ εὐσεβείας ἄ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν ἀναγράφοιμεν ἂν, ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες παρατεθείκαμεν. ἔστι δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος ἅμα καὶ διαίρεσιν τῆς τῶν θεῶν περιέχων τάξεως,

  • ἐργάζευ, φίλε, τήνδε θεόσδοτον ἐς τρίβον ἐλθὼν,
  • μηδ’ ἐπιλήθεο τῶν μακάρων, θυσίας ἐναρίζων
  • πή μὲν ἐπιχθονίοις, πῆ δ’ οὐρανίοις, ποτὲ δ’ αἴθρης
  • αὐτοῖσιν βασιλεῦσι καὶ ἠέρος ὑγροπόροιο,
  • ἠδὲ θαλασσαίοις καὶ ὑποχθονίοισιν ἅπασι ·
  • πάντα γὰρ ἐνδέδεται φύσεως μεστώμασι τῶνδε.
  • ζῴων δ’ ὡς θέμις ἐστὶ τελευτῆσαι καθαγισμοὺς
  • ἀείσω, δέλτοις δὲ χαράσσετε χρησμὸν ἐμεῖο),
  • τοὺς μὲν ἐπιχθονίοις , τοὺς δ’ οὐρανίοισι θεοῖσι·
  • φαιδρὰ μὲν οὐρανίοις, χθονίοις δ’ ἐναλίγκια χροιῇ.
  • v.1.p.172
  • τῶν χθονίων διάειρε τριχῇ θυσίας ἐναρίζων,
  • νερτερίων κατάθαπτε , καὶ εἰς βόθρον αἷμα ἴαλλε,
  • χεῦ’ δὲ μέλι νύμφας τε Διωνύσοιό τε δῶρα.
  • ὅσσοι δ’ ἀμφὶ γέην πωτώμενοι αἰὲν ἔασι,
  • τοῖσδε φόνου πλήσας πάντη πυριπληθέα βωμὸν
  • ἐν πυρὶ βάλλε δέμας θύσας ζῴοιο ποτανοῦ,
  • καὶ μέλι φυράσας Δηωΐῳ ἀλφίτῳ ἔνθευ,
  • ἀτμούς τε λιβάνοιο καὶ οὐλοχύτας ἐπίβαλλε.
  • εὖτε δὲ πὰρ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας
  • κὰκ κεφαλῆς θυσίαζε , καὶ εἰς βαθὺ κῦμα θαλάσσης
  • ζῷον ὅλον προίαλλε. τελευτήσας τάδε πάντα
  • ἐς πλατὺν ἠερίων χορὸν ἔρχεο Οὐρανιώνων.
  • ἀστραίοις δἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν
  • αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς
  • λιμνάζειν, τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι.
  • ἄκρα Ἠφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι,
  • ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα
  • ἠέρα ῥευσταλέον· ἐπὶ δ’ εὐχὰς πέμπε θεοῖσιν.·’
  • Καὶ μετ’ ὀλίγα ἐπεξηγεῖται τὸν χρησμὸν ἑρ- μηνεύων ὧδε

    “Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον κατὰ τὴν προρρηθεῖσαν διαίρεσιν τῶν θεῶν ἐκδεδομέναι. ὄντων γὰρ ὑποχθονίων καὶ ἐπιχθονίων θεῶν, καὶ τῶν μὲν ὑποχθονίων καὶ νερτερίων καλουμένων, τῶν δ’ ἐπιχθονίων καὶ χθονίων κληθέντων θεῶν, κοινῶς μὲν τούτοις ἱερεῖα τετράποδα μέλανα θύειν παρακε- λεύεται, περὶ δὲ τὸν τρόπον τῆς θυσίας ἐξαλλάττει· τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάζειν ἐπὶ βωμῶν, τοῖς. δ’ ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται , καὶ μέντοι τοι καὶ θάπτειν τούτοις θύσαντας τὰ σώματα.

    ὅτι γὰρ κοινὰ τούτων καὶ τὰ τετράποδα αὐτὸς ἐρωτηθεὶς ἐπήγαγε

  • ξυνὰ πέλει χθονίων καὶ ὑποχθονίων τάδε μούνων,
  • τετράποδα χθονίοις ἀρνῶν νεοπηγέα γυῖα.
  • v.1.p.173
    τοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται ὁλοκαυ- τοῦντας καὶ τὸ αἷμα ἐπὶ τ(?)ν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις πτηνὰ μὲν, ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. φησὶ γὰρ
  • τοῖς δὲ θεοῖς τὰ πετεινὰ, θαλασσαίοις δὲ κελαινά,
  • πᾶσι μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινὰ 5 μόνοις δὲ τοῖς θαλασσίοις τὰ κελαινὰ , οὐκοῦν τοῖς ἄλλοις λευκά. τοῖς δ’ οὐρανίοις καὶ αἰθε- ρίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον τέον σοι, ἐκ δὲ τῶν ἄλλων μή. οὓς δὲ εἴρηκεν ἐν τῇ διαιρέσει οὐρανίους, τούτους οὑς ἐνταῦθα ἀστραίους.

    ἆρ’ οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμ- βολα τῷ εὐσυνέτῳ δῆλα; τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαῖα · τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον. χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο Δήμητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν μεθ’ ἡλίου λοχεύει. μέλανα δέ· τοιαύτη γὰρ ἡ γῆ φύσει σκοτεινή. τρία δέ· τοῦ γὰρ σωματικοῦ καὶ γεώδους τὰ τρία σύμβολον.

    τοῖς μὲν οὖν ἐπι- χθονίοις ἄνω ἐπὶ βωμῶν δεῖ θῦσαι · ἐπὶ γὰρ τῆς γῆς ἀναστρέφονται · τοῖς δ’ ὑποχθονίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα διατρίβουσι. τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ. καὶ γὰρ τὸ ὕδωρ ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεία πρόσφορα. τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανοῦς. οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφότερα , ἅπερ ἐστὶν ἄκρα, οἷς κοινωνεῖν τῆς θυσίας δεῖ. δοτῆρες γὰρ οὗτοι ἀγαθῶν, οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες.’

    Τοιαῦτα μὲν τὰ ἀπὸ τῆς ἐκ λογίων φιλοσοφίας τοῦ θαυμαστοῦ θεοσόφου.

    v.1.p.174