Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Φέρε δὲ τοῦ αὐτοῦ τὰς ἐναντίας τούτοις φω- νὰς συγκρίνωμεν, ἃς τέθειται ἐν οἷς ἐπέγραψε " Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς. " ἔνθα δὴ ὀρθῷ λογισμῷ κινούμενος πρῶτον ἁπάντων ὁμολογεῖ μὴ δεῖν τὸ κα- θόλου μηδὲν μήτε θυμιᾶν μήτε θύειν τῷ ἐπὶ πᾶσι θεῷ, ἀλλὰ μηδὲ ταῖς μετ’ αὐτὸν θείαις καὶ οὐρανίαις δυνάμεσιν.

εἶτα δὲ ἐπεξιὼν τὰς τῶν πολλῶν ὑπο- λήψεις ἀνασκευάζει , μὴ χρῆναι φάσκων θεοὺς ὑπο- λαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας. εἶναι γάρ φησι πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν, καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν, καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. ταῦτα δὲ λέγων δῆλος ἂν εἴη τὸν ἑαυτοῦ θεὸν ἀπελέγχων · προστάττειν γὰρ ἀρτίως ἔφησε τὸν χρησμὸν μὴ μόνον τοῖς ὑποχθονίοις καὶ ἐπιχθονίοις θεοῖς, ἀλλὰ καὶ τοῖς ἀερίοις οὐρανίοις τε καὶ αἰθερίοις ζῳοθυτεῖν.

καὶ ὁ μὲν Ἀπόλλων τοι- αῦτα· ὁ δὲ τὸν Θεόφραστον μαρτυρόμενος θεοῖς μὲν οὔ φησιν ἁρμόζειν τὴν διὰ ζῴων θυσίαν, δαίμοσι δὲ μόνοις · ὥστε κατὰ τὸν αὐτοῦ καὶ Θεοφράστου λόγον δαίμονα εἶναι, ἀλλ’ οὐ θεὸν τὸν Ἀπόλλωνα, οὐ μὴν ἀλλὰ καὶ πάντας τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι νενομισμένους θεοὺς, οἶς τὰς διὰ ζῴων θυσίας πανδημὶ πάντες ἄρχοντές τε καὶ ἀρχόμενοι κατά τε πόλεις καὶ χώρας ἐκτελοῦσι · τούτους γὰρ οὐκ ἄλλο τι τυγχάνειν ἡγεῖσθαι χρὴ κατὰ τοὺς εἰρημένους ἢ δαίμονας.

εἰ δὲ ἀγαθοὺς εἶναί φασιν αὐτοὺς, καὶ πῶς, εἴπερ ἀνό- σιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι’ αἱμάτων θυσία , ἀγαθοὶ ἂν εἶεν οἱ τοῖς τοιοῖσδε χαίροντες ; εἰ δὲ καὶ μὴ μόναις ταῖς τοιαύταις δὴ θυσίαις, καθ’ ὑπερβολὴν δὲ ὠμότητος καὶ ἀπανθρωπίας φανεῖεν ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι, καὶ πάσης ὠμότητος

v.1.p.175
καὶ ἀπανθρωπίας οἰκεῖοι, καὶ οὐδὲν ἄλλο ἢ πονηροὶ δαίμονες;

τούτων δὲ ἡμῖν τὴν ἀπόδειξιν εἰληφότων οἶμαι τῆς ἡμετέρας ἐκ τῶν δηλουμένων ἀναχω- ρήσεως τὸ εὔλογον ἀποδεδόσθαι. μὴ γὰρ εἶναι ὅσιον μηδ’ εὐσεβὲς, μὴ ὅτι τὴν τοῦ θεοῦ σεβασμίαν προσηγορίαν καὶ τὴν ἀνωτάτω τιμὴν ἐπὶ τὰ πονηρὰ πνεύματα καταβάλλειν, ἀλλὰ μηδὲ τοῦ παρ’ ἀνθρώποις τὴν βασίλειον ἐπιειμένου ἀξίαν λῃσταῖς καὶ τοιχωρύ- χοις περιτιθέναι.

ὅθεν ἡμεῖς μόνον τὸν ἐπὶ πάντων σέβειν δεδιδαγμένοι θεὸν, τιμᾶν τε κατὰ τὸ προσῆκον καὶ τὰς ἀμφ’ αὐτὸν θεοφιλεῖς τε καὶ μακαρίας δυνάμεις, οὐδὲν μὲν γεῶδες καὶ νεκρὸν, οὐδὲ λύθρους καὶ αἵματα, οὐδέ τι τῆς φθαρτῆς καὶ ὑλι- κῆς οὐσίας ἐπαγόμεθα· νῷ δὲ πάσης κεκαθαρμένῳ κακίας καὶ σώματι τὸν ἐξ ἁγνείας καὶ σωφροσύνης κόσμον πάσης λαμπρότερον ὄντα στολῆς περιβεβλη- μένῳ, δόγμασί τε ὀρθοῖς καὶ θεοπρεπέσι, καὶ ἐπὶ πᾶσι τούτοις διαθέσει γνησίᾳ τὴν ὑπὸ τοῦ σωτῆρος ἡμῶν παραδοθεῖσαν εὐσέβειαν μέχρι καὶ θανάτου φυλάττειν εὐχόμεθα.

ἀλλὰ γὰρ τούτων ἡμῖν προ- διηρθρωμένων ὥρα καὶ ἐπὶ τὰς ἀποδείξεις τῶν εἰρη- μένων χωρεῖν. πρῶτα δὲ πάντων διελθεῖν εὔλογον δι’ ὧν ὁ προειρημένος συγγραφεὺς ἐν οἷς ἐπέγραψε Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς" μὴ χρῆναί φησι μήτε τῷ ἐπὶ πάντων θεῷ μήτε ταῖς μετ’ αὐτὸν θείαις δυνάμεσι γεῶδες μηδὲν μήτε θυμιᾶν μήτε θύειν· ἀλλό- τρια γὰρ τὰ τοιαῦτα ἢ κατὰ τὴν πρέπουσαν εὐσέβειαν.