Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
" Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ εὐσεβείας ἄ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν ἀναγράφοιμεν ἂν, ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες παρατεθείκαμεν. ἔστι δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος ἅμα καὶ διαίρεσιν τῆς τῶν θεῶν περιέχων τάξεως,
Καὶ μετ’ ὀλίγα ἐπεξηγεῖται τὸν χρησμὸν ἑρ- μηνεύων ὧδε
“Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον κατὰ τὴν προρρηθεῖσαν διαίρεσιν τῶν θεῶν ἐκδεδομέναι. ὄντων γὰρ ὑποχθονίων καὶ ἐπιχθονίων θεῶν, καὶ τῶν μὲν ὑποχθονίων καὶ νερτερίων καλουμένων, τῶν δ’ ἐπιχθονίων καὶ χθονίων κληθέντων θεῶν, κοινῶς μὲν τούτοις ἱερεῖα τετράποδα μέλανα θύειν παρακε- λεύεται, περὶ δὲ τὸν τρόπον τῆς θυσίας ἐξαλλάττει· τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάζειν ἐπὶ βωμῶν, τοῖς. δ’ ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται , καὶ μέντοι τοι καὶ θάπτειν τούτοις θύσαντας τὰ σώματα.
ὅτι γὰρ κοινὰ τούτων καὶ τὰ τετράποδα αὐτὸς ἐρωτηθεὶς ἐπήγαγε
πᾶσι μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινὰ 5 μόνοις δὲ τοῖς θαλασσίοις τὰ κελαινὰ , οὐκοῦν τοῖς ἄλλοις λευκά. τοῖς δ’ οὐρανίοις καὶ αἰθε- ρίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον τέον σοι, ἐκ δὲ τῶν ἄλλων μή. οὓς δὲ εἴρηκεν ἐν τῇ διαιρέσει οὐρανίους, τούτους οὑς ἐνταῦθα ἀστραίους.
ἆρ’ οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμ- βολα τῷ εὐσυνέτῳ δῆλα; τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαῖα · τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον. χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο Δήμητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν μεθ’ ἡλίου λοχεύει. μέλανα δέ· τοιαύτη γὰρ ἡ γῆ φύσει σκοτεινή. τρία δέ· τοῦ γὰρ σωματικοῦ καὶ γεώδους τὰ τρία σύμβολον.