Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Σὺ δ’ εἴπερ τι καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν, μηδ’ ἄχρι καὶ τῶν βεβήλων ῥίπτειν αὐτὰ δόξης ἕνεκα ἢ κέρδους ἤ τινος ἄλλης οὐκ εὐαγοῦς κολακείας. κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς παραβαίνοντι ταύτας, ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι τῷ στέγειν παρ’ ἑαυτῷ μὴ δυναμένῳ τὰς εὐποιίας. ποιίας. δοτέον δὴ τοῖς τὸν βίον ἐνστησαμένοις πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν.’’

Καὶ μεθ’ ἕτερα ἐπιλέγει

" Ταῦτά μοι ὡς ἀρρήτων ἀρρητότερα κρύπτειν· οὐδὲ γὰρ οἱ θεοὶ φανερῶς περὶ αὑτῶν ἐθέσπισαν, ἀλλὰ δι’ αἰνιγμάτων."

Ἐπειδὴ τοίνυν τοιαῦτα ὁ λόγος ἀνετείνατο,

v.1.p.171
φέρε λοιπὸν διὰ τῶν ἐνθέων καὶ πυθοχρήστων λο- γίων σκεψώμεθα ποδαπὰς εἶναι τὰς θεολογουμένας ἀφανεῖς δυνάμεις προσήκει λογίζεσθαι· γένοιτο γὰρ ἂν καὶ ἀνδρὸς ἔλεγχος ἐκ τῶν οἰκείων λόγων τε καὶ ἐπιτηδευμάτων.

ὁ δὴ οὖν προδηλωθεὶς ἀνὴρ ἐν αὐτοῖς οἷς ἐπέγραψε ‘Περὶ τῆς ἐκ λογίων φιλοσοφίας’’ χρησμοὺς τίθησι τοῦ Ἀπόλλωνος, τὰς διὰ ζώων θυσίας ἐργάζεσθαι παρακελευομένου, καὶ μὴ μόνοις δαί- μοσι, μηδὲ μόναις ταῖς περιγείοις δυνάμεσιν, ἀλλὰ καὶ ταῖς αἰθερίοις καὶ οὐρανίοις ζῳοθυτεῖν.

ἐν ἑτέροις δὲ ὁ αὐτὸς δαίμονας, ἀλλ’ οὐ θεοὺς εἶναι ὁμολογῶν ἅπαντας, οἶς Ἕλληνες τὰς δι’ αἱμάτων καὶ ζῴων ἀλόγων σφαγῆς ἐπετέλουν θυσίας, μὴ χρῆναι μηδ’ ὅσιον εἶναι θεοῖς ζῳοθυτεῖν φησίν.

ἄκουε τοιγαροῦν τῶν πρώτων αὐτοῦ φωνῶν, δι’ ὧν τὰ περὶ τῆς ἐκ λογίων φιλοσοφίας συνάγων, πῶς ὁ Ἀπόλλων χρῆναι θεραπεύειν τοὺς θεοὺς διδάσκει. ὃ καὶ πα- ρατίθεται γράφων ὧδε