Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τὰ μὲν παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς ῾Ρωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις πα- ραδεχόμενα, οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας.

ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ᾿ αὐτῶν αὖθις τὰ αὐτῶν σεμνὰ καὶ ἀπόρρητα καταμάθωμεν.

Μυρίοις μὲν οὖν ἄλλοις τῶν φιλοσοφεῖν ἐπαγ- γελλομένων πολὺς περὶ τούτων εἰσῆκται πόνος, διαφόρους τὰς αὐτῶν εὑρεσιλογίας πεποιημένοις, καὶ τὸ παραστὰν καὶ δόξαν ἑκάστῳ τοῦτ᾿ εἶναι τὸ ἀληθὲς ἀπισχυριζομένοις· ἐμοὶ δὲ ἐξαρκεῖ τὰς ἀποδείξεις ἀπὸ τῶν μάλιστα διαφανῶν καὶ πᾶσι τοῖς φιλοσόφοις γνωρίμων κλέος τε οὐ μικρὸν φιλοσοφίας παρ᾿ Ἕλλησιν ἀπενηνεγμένων παρασχεῖν.

ὧν πρώτου λαβὼν ἀνάγνωθι τοῦ Χαιρωνέως Πλουτάρχου τὰς περὶ τῶν προκειμένων φωνὰς, ἐν αἷς σεμνολογῶν παρατρέπει τοὺς μύθους ἐφ᾿ ἅς φησιν εἶναι μυστηριώδεις θεο-

v.1.p.101
λογίας· ἅς δὴ ἐκκαλύπτων τὸν μὲν Διόνυσον τὴν μέθην εἶναί φησιν, οὐκέτι τὸν ὑπὸ τῆς ἱστορίας ἐν τῷ πρὸ τούτου συγγράμματι δεδηλωμένον θνητὸν ἄνδρα, τὴν δὲ Ἥραν τὴν γαμήλιον ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν· εἶθ’, ὡσπερ ἐπιλελησμένος τῆς ἀποδόσεως, ἑτέραν ἑξῆς ἐπισυνάφας ἱστοίαν, τὴν Ἡραν οὐκέτε ὡς τὸ πρότερον, ἀλλὰ τὴν γῆν ὀνομάζει, λήθην δὲ καὶ νύκτα τὴν Λητώ· καὶ άλιν τὴν αὐτὴν τῇ Λητοῖ μαησιν εἶναι τὴν Ἡραν· εἶτ’ ἐπὶ τούτοις εἰσάυεται αὐτῷ ὁ Ζεὺς εἰς τὴν αἰθέριον δὐναμιν ἀλληγορούμενος.

Καὶ τί με δεῖ ταῦτα προλαμβάνειν, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς ὧδέ πως ἐν οἷς ἐπέγραφε Περὶ τῶν ἐν Πλαταιαῖς Δαιδάλων τὰ λανθάνοντα τοὸς πλλοὺς τῆς ἀπορρήτου περὶ θεῶν φυσιολουίας ἐκφαίνοντος