Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ῥωμαίων δὲ τῶν αὐθιγενῶν οὔτε μηναγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως , ποικίλην ἐνδεδυμένος στολὴν, οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς κατὰ νόμον ἢ ψήφισμα βουλῆς. οὕτως εὐλαβῶς ἡ

v.1.p.99
πόλις ἔχει πρὸς τὰ οὐκ ἐπιχώρια ἔθη περὶ θεῶν καὶ πάντα ὀττεύεται τῦφον, ᾧ μηδέν ἐστι τὸ εὐπρεπές.

καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλληνικῶν μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα διὰ λύπην, οἱ δὲ παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπίνων συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δὲ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας.

ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον, ὅμως εὐλαβῶς διάκειμαι πρὸς αὐτοὺς, καὶ τὴν ῾Ρωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ μικρά τέ ἐστι καὶ οὐ πολλοὺς δυνάμενα ὠφελεῖν, ἀλλὰ μόνον τοὺς ἐξητακότας ὧν ἕνεκα γίνεται.

σπάνιοι δ᾿ εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας· ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους, καὶ πάσχει θάτερον, ἢ καταφρονεῖ τῶν θεῶν, ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμἐνων ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται, θεοῖς ὁρῶν αὐτὰ προσκείμενα.

ἀλλὰ ὑπὲρ μὲν τούτων τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος ἀσκοῦσιν ἀφείσθω σκοπεῖν, τῆς δὲ ὑπὸ ῾Ρωμύλου κατασταθείσης πολιτείας καὶ τάδε ἡγησάμην ἱστορίας ἄξια.”

Τὰ μὲν δὴ παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς ῾Ρωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις πα- ραδεχόμενα, οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐ-

v.1.p.100
τῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, κατίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ᾿ αὐτῶν αὖθις τὰ αὐτῶν οἰκεῖα καταμάθωμεν.