Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μετὰ γοῦν τὴν μακρὰν καὶ πολλὴν φιλοσοφίαν καὶ μετὰ τὰς σεμνὰς μετεωρολογίας καὶ φυσιολογίας, ἄνωθέν ποθεν ὡς ἀφ’ ὑψηλοτάτης ἀωρωρείας καταπίπτοντες σὺν τοῖς πλήθεσι κατεσύροντο καὶ τῇ τῶν παλαιῶν πολυθέῳ πλάνῃ συνεφύροντο, τὰ τοῖς πολλοῖς ὅμοια, διὰ τοῦ θύειν καὶ τοῖς ξοάνοις προσπίπτειν , δοξάζειν ὑποκρινόμενοι, αὔξοντές τε καὶ ἔτι μᾶλλον κρατύνοντες τὴν δημώδη τῶν μυθικῶν διηγημάτων περὶ θεῶν ὑπόληψιν.

πῶς οὖν οὐκ ἂν εἶεν τοῖς πᾶσι πρόδηλοι σεμνολογούμενοι μὲν ταῖς φυσιολογίαις, καὶ μέχρι λόγων τὰ αἰσχρὰ καλλωπίζοντες τῇ παρατροπῇ τῆς ἀληθείας, ἔργοις δ’

v.1.p.149
αὐτοῖς τὴν μυθικὴν συνιστῶντες πλάνην καὶ τὴν πάνδημον δεισιδαιμονίαν; καὶ οὐδέπω τοῦτο θαυ- μαστὸν, ὅτε καὶ αὐτοὺς ἀναγράφουσι τοὺς ἑαυτῶν θεοὺς ταῖς περὶ αὐτῶν συμφερομένους μυθολογίαις.

ἄκουε γοῦν ὅπως ὁ Ἀπόλλων αὐτὸς περὶ ἑαυτοῦ διδάσκει ὕμνον, ὃν εἰς ἑαυτὸν ἐξέδωκεν, ὁμολογῶν ἐν Δήλῳ τῇ νήσῳ ὑπὸ Λητοῦς γεγεννῆσθαι, καὶ πάλιν ὁ Ἀσκληπιὸς ἐν Τρίκκῃ, ὡς καὶ Ἑρμῆς τετέχθαι ὁμολογῶν ἀπὸ τῆς Μαίας.

γράφει δὲ ὁ Πορφύριος καὶ ταῦτα ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἔνθα καὶ τῶν χρησμῶν ἐμνημόνευσεν ὧδέ πως ἐχόντων

  • “ὦ μέγα πᾶσιν χάρμα βροτοῖσιν,
  • ἀπὸ τῶν ἱερῶν ματέρος ἁγνᾶς
  • προθορὼν τοκετῶν.
  • οἷς ἐπιλέγει

  • ἀλλ᾿ ὅτε Λατὼ
  • ὠδὶς ἱερὰ λάζυτο πᾶσαν,
  • ὀροθυνομένων διδύμων τοκετῶν
  • ἔνδοθι σηκῶν,
  • ἵστατο μὲν γαῖ᾿, ἵστατο δ᾿ ἀὴρ,
  • πάγνυτο νᾶσος, πάγνυτο κῦμα·
  • ἀνὰ δ᾿ ἐξέθορες, μάντι Λυκωρεῦ,
  • τοξότα Φοῖβε, καὶ χρησμολάλων
  • βασιλεῦ τριπόδων.