Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἴ γε πῦρ μὲν ἦν αὐτοῖς ὁ Ἥφαιστος καὶ ἡ θερμὴ δύναμις, Ποσειδῶν δὲ ἡ ὑγρὰ οὐσία, Ἥρα δὲ ὁ ἀὴρ, καὶ γῆ πάλιν , ἡ μὲν ὄρειος καὶ πετρώδης ῾Ρέα , ἡ δὲ πεδινὴ καὶ γόνιμος Δημήτηρ , καὶ Κόρη δὲ ἡ σπερματοῦχος, καὶ Διόνυσος ἡ φυτευτικὴ τῶν ἀκροδρύων δύναμις. καὶ ἥλιος Ἀπόλλων σὺν τοῖς κατειλεγμένοις , σελήνη δὲ ποτὲ μὲν Ἄρτεμις, ποτὲ δὲ Ἀθηνᾶ, καὶ πάλιν Ἑκάτη καὶ Εἰλήθυια, οὐκοῦν πάλιν τὴν κτίσιν παρὰ τὸν κτίστην, καὶ τὴν δημιουργίαν τοῦ παντὸς, ἀλλ’ οὐ τὸν δημιουργὸν θεολογοῦντες ἀπελέγχονται, λίαν ἐπισφαλῶς καὶ ἐπικινδύνως καὶ ἐπὶ κακῷ τῆς [*](7 Πίνδαρον] Pyth. 3, 97.)

v.1.p.147
ἰδίας αὐτῶν κεφαλῆς.

εἰ δὲ μὴ τὰ ὁρώμενα σώματα ἡλίου καὶ σελήνης καὶ ἄστρων μηδέ γε τὰ αἰσθητὰ μέρη τοῦ κόσμου φήσουσι θεοποιεῖν, ἀλλὰτὰς ἐν τούτοις ἀοράτους δυνάμεις αὐτοῦ δὴ τοῦ ἐπὶ πᾶσιν, (ἕνα γὰρ ὄντα θεὸν παντοίαις δυνάμεσι τὰ πάντα πληροῦν, καὶ διὰ πάντων διήκειν, καὶ τοῖς πᾶσιν ἐπιστατεῖν, ἀσωμάτως δὲ καὶ ἀφανῶς ἐν πᾶσιν ὄντα, καὶ διὰ πάντων διήκοντα, καὶ τοῦτον εἰκότως διὰ τῶν δεδηλωμένων σέβειν φασὶ) τί δῆτα τοιγαροῦν οὐχὶ τὰς αἰσχρὰς καὶ ἀπρεπεῖς περὶ θεῶν μυθολογίας ὡς ἂν ἀθέσμους καὶ ἀσεβεῖς παραιτησάμενοι, καὶ αὐτάς γε τὰς περὶ τούτων βίβλους, ὡς δυσσεβῆ καὶ ἀκόλαστα περιεχούσας, ἀφανεῖς ποιήσαντες, τὸν ἕνα καὶ μόνον καὶ ἀόρατον θεὸν γυμνῶς καὶ καθα- ρῶς καὶ ἄνευ τινὸς αἰσχρᾶς περιπλοκῆς ἀνυμνοῦσι;

τοῦτο γὰρ δέον ἦν ποιεῖν τοῖς τἀληθὲς ἐπεγνωκόσι, μηδὲ κατάγειν καὶ καταβάλλειν εἰς αἰσχρὰς καὶ ἐμπαθεῖς ἀρρητολογίας τὴν σεβάσμιον τοῦ θεοῦ πρόσρησιν· ἀλλὰ μηδ᾿ ἐν οἰκίσκοις καὶ σκότου μυχοῖς ἀνδρῶν τε οἰκοδομαῖς σφὰς αὐτοὺς ἐναποκλείειν, ὡς ἔνδον εὑρήσοντας τὸν θεὸν, μηδ᾿ ἐν ξοάνοις ἐξ ἀψύχου πεποιημένοις ὕλης τὰς θείας τιμᾶν οἴεσθαι δυνάμεις, μηδὲ μὴν γεώδεσιν ἀτμοῖς αἱμάτων καὶ λύθρου καὶ νεκρόν ζῴων αἵμασι κεχαρισμένα τῷ θεῷ πράττειν νομίζειν.

τούτων δὲ ἁπάντων, ὡς ἂν πλάνης δεσμῶν ἀπολυθέντας, χρῆν δήπου τοὺς σοφοὺς καὶ μετεωρολέσχας πᾶσιν ἀνθρώποις τῆς φυσικῆς θεωρίας ἀφθόνως κοινωνεῖν, μονονουχὶ γυμνὠς προκηρύττοντας ἅπασι μὴ τὰ φαινόμενα, τὸν δ᾿ ἀφανῆ δημιουργὸν τῶν φαινομένων μόνον ἀποθαυμάζειν, καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ

v.1.p.148
ἅψαντας, οὐδέ γε κριὸν καὶ ταῦρον θυσαμένους, ἀλλ’ οὐδὲ στεφάνοις καὶ ξοάνοις καὶ ναῶν οἰκοδομαῖς τὸ θεῖον τιμὰν οἰομένους , λογισμοῖς δὲ κεκαθαρμένοις καὶ δόγμασιν ὀρθοῖς καὶ ἀληθέσι τοῦτο πράττοντας, ἐν ἀπαθείᾳ ψυχῆς καὶ τῇ πρὸς αὐτὸν κατὰ τὸ δυνατὸν τῆς ἀρετῆς ὁμοιώσει.

ἀλλ’ οὐδείς γε πώποτε, οὐ βάρβαρος, οὐχ Ἕλλην, πᾶσιν ἀνθρώποις ταύτης κατῆρξε τῆς ἀληθείας ἢ μόνος ὁ ἡμέτερος σωτήρ· ὃς δὴ τῆς παλαιὰς πλάνης πᾶσι τοῖς ἔθνεσιν ἀποφυγὴν προκηρύξας τοῖς πᾶσιν ἀφθόνως εὕρετο τὴν πρὸς τὸν ἀληθῆ καὶ μόνον τῶν ὅλων θεὸν ἐπιστροφήν τε καὶ εὐσέβειαν · οἱ δὲ τηνάλλως σοφοὶ τοῦ βίου τὴν ἀνωτάτω φιλοσοφίαν αὐχήσαντες , ᾖ φησιν ὁ θεῖος ἀπόστολος ‘‘γνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν , ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φήσαντες γοῦν εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. ”