Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Περὶ γοῦν τῶν καλουμένων στοιχείων, ἐξ ὧν πρώτων σώματα συνέστηκε, Πλάτων᾿ μὲν ἑπόμε- νος τῇ περὶ αὐτὰ ἐναργείᾳ, καθάπερ καὶ οἱ πρὸ αὐτοῦ, τέσσαρά τε ἔφησεν εἶναι ταῦτα ὁμολογούμενα, πῦρ καὶ γῆν καὶ ἀέρα καὶ ὕδωρ , καὶ ἐκ τούτων συγκρινομένων τὰ λοιπὰ πάντα γεννᾶσθαι· Ἀριστοτέλης δὲ, ὡς ἔοικεν, ἐλπίσας περιττότερος φανεῖσθαι τῷ φρονεῖν εἴ τι σῶμα ἐκ περιττοῦ προσθείη , προσκατηρίθμησε τοῖς φαινομένοις τέτταρσι σώμασι τὴν πέμπτην οὐσίαν , πάνυ μὲν λαμπρῶς καὶ φιλοδώρως τῇ φύσει χρησάμενος , μὴ συνιδὼν δὲ ὅτι οὐ νομοθε- τεῖν δεῖ φυσιολογοῦντα , τὰ δὲ τῆς φύσεως αὐτῆς ἐξιστορεῖν.

εἰς τοίνυν τὴν ἀπόδειξιν τοῦ τέτταρας εἶναι τὰς πρώτας τῶν σωμάτων φύσεις, ἧς δὴ χρεία τοῖς Πλατωνικοῖς, οὐ μόνον οὐκ ἂν συντελοῖ τι ὁ Περιπατητικὸς, ἀλλὰ σχεδὸν καὶ μόνος ἐναντιοῖτ᾿ ἄν. λεγόντων γοῦν ἡμῶν ὅτι πᾶν σῶμα ἢ θερμὸν ἢ ψυχρὸν, ἢ ὑγρὸν ἢ ξηρὸν, ἢ μαλακὸν ἢ σκληρὸν , ἢ κοῦφον ἢ βαρὺ, ἢ ἀραιὸν ἢ πυκνὸν, καὶ εὑρισκόντων ὅτι οὐκ ἂν ἕτερόν τι εἴη τὸ μεθέξον τούτων τινὸς παρὰ τὰ τέτταρα· (εἰ μὲν γὰρ θερμὸν, ἢ πῦρ ἢ ἀήρ· εἰ δὲ ψυχρὸν , ὕδωρ ἢ γῆ· καὶ εἰ μὲν ξηρὸν, πῦρ ἢ γῆ· εἰ δὲ ὑγρὸν, ὕδωρ ἢ ἀήρ· καὶ εἰ μὲν μαλακὸν,

v.2.p.356
ἀὴρ ἢ πῦρ· εἰ δὲ σκληρὸν, ὕδωρ ἢ γῆ· καὶ κοῦφον μὲν καὶ ἀραιὸν, οἶον πῦρ καὶ ἀήρ· βαρὺ δὲ καὶ πυκνὸν, ὕδωρ καὶ γῆ.) καὶ ἐκ τῶν ἄλλων δὲ ἁπασῶν τῶν ἁπλῶν δυνάμεων κατανοούντων ὡς οὐκ ἂν εἴη παρὰ ταῦτά τι σῶμα ἴτερον· οὗτος ἀνθίσταται μόνος, φάσκων δύνασθαι σῶμα εἶναι τούτων ἄμοιρον· σῶμα δὲ μήτε βαρὺ, μήτε κοῦφον , μήτε μαλακὸν, μήτε σκληρὸν, μήτε ὑγρὸν, ἀλλὰ μήτε ξηρὸν , μονονουχὶ λέγων σῶμα οὐ σῶμα. τὸ μὲν γὰρ ὄνομα καταλέλοιπεν αὐτῷ, τὰς δὲ δυνάμεις, δι᾿ ὧν σῶμα πέφυκε γί- νεσθαι, πάσας ἀφῄρηκεν.

ἢ τοίνυν ἡμᾶς ἅπερ αὐτὸς λέγει πείθων ἀφαιρήσεται τῆς Πλάτωνος γνώμης, ἢ τὰ Πλάτωνος βεβαιούμενος τῶν αὐτῷ δοκούντων ἀποστήσεται· ὥστε οὐδαμῆ χρήσιμος πρὸς τὰ τοῦ Πλάτωνος.

ἔτι ὁ μὲν Πλάτων πάντα τὰ σώματα, ἅτε ἐπὶ μιᾶς ὁμοίας ὕλης θεωρούμενα, βού- λεται τρέπεσθαι μεταβάλλειν τ᾿ εἰς ἄλληλα· ὁ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐσίαν ἀπαθῆ τε καὶ ἄφθαρτον καὶ ἄτρεπτον πάντως ἀξιοῖ, ἵνα δὴ μὴ εὐκαταφρονήτου τινὸς πράγματος γεννητὴς εἶναι δοκῆ, περιττὸν μὲν καὶ ἴδιον παντάπασι λέγων οὐδὲν , τὰ δὲ ὑπὸ Πλάτωνος ἐπ᾿ ἄλλων ἑωραμένα καλῶς μεταφέρων ἐπὶ τὰ μὴ προσήκοντα , καθάπερ τινὲς τῶν ὕστερον γενομένων ἀνδριαντοποιῶν.

ἐκεῖνοί τε γὰρ ἀπομιμησάμενοι τοῦδε τοῦ ἀνδρὸς κεφαλὴν , ἄλλου δὲ τὸ στέρνον, ἑτέρου δὲ τὴν ζώνην, εἰς ταυτὸν συνθέντες ἐνίοτε μὴ προσήκοντα πράγματα ἀλλήλοις ἔπεισαν αὐτοὺς ὥς τι πεποιηκότες ἴδιον· καὶ ὄντως τὸ μὲν ὅλον, ὃ δή τις ἂν ἀσυμμέτρως ἔχειν αἰτιάσαιτο, ἐστὶν αὐτῶν, τὰ δ᾿ ἐν αὐτῷ συνηρανισμένα καί τι καλὸν ἔχοντα οὐκ αὐτῶν.

ὡσαύτως δὲ καὶ Ἀριστοτέλης ἀκούων Πλάτωνος ὅτι ἐστί τις οὐσία νοητὴ καθ᾿ αὑτὴν ἀσώ-

v.2.p.357
ματός τε καὶ ἀχρώματος καὶ ἀναφὴς, οὔτε γινομένη οὔτε φθειρομένη οὔτε τρεπομένη οὔτε μεταβαλλομένη, ἀεὶ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, πάλιν δ᾿ αὖ περὶ τῶν κατ᾿ οὐρανὸν ἀκούων, ὡς ὄντα θεῖα καὶ ἄφθαρτα καὶ ἀπαθῆ ἐστι σώματα, συνέθηκε καὶ συνεκόλλησεν ἐξ ἀμφοῖν πράγματα μὴ συνᾴδοντα· παρ᾿ ὧν μὲν γὰρ τὸ εἶναι σῶμα, παρ᾿ ὧν δὲ τὸ ἀπαθὲς εἶναι λαβὼν, σῶμα ἀπαθὲς ἐτεκτήνατο.

ἐπὶ μὲν οὖν τῶν ἀνδριάντων, εἰ καὶ μὴ καλὸν τὸ ἐκ τῶν διαφερόντων, οὔτι γε ἀδύνατον γενέσθαι. διδάσκει γοῦν τὰ τοιαῦτα καὶ Ὅμηρος ὄμματα γὰρ, φησὶ

  • καἲ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ ,
  • Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
  • τὸ δὲ σῶμα ἀπαθὲς οὐκ ἄν ποτε γένοιτο. παθητῇ γὰρ καὶ τρεπτῇ συνδεδεμένον φύσει ἀνάγκην ἔχει συμπαθεῖν ᾧ συνέζευκται. εἰ δέ τι ἀπαθὲς εἴη, τοῦτο ἀφειμένον καὶ ἐλεύθερον ἀπὸ τοῦ πάσχοντος εἶναι δεῖ· ὥστε χωρὶς ἂν εἴη τῆς ὕλης, ἧς κεχωρισμένον ἀσώματον ἀναγκαίως ὁμολογοῖτ᾿ ἄν.”

    Ἔτι καὶ τούτοις πρόσσχωμεν τὸν νοῦν ἐν ὅσοις ἄλλοις διαφέρεσθαι τῷ Πλάτωνι τὸν Ἀριστοτέλην παρίστησιν