Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὅταν δὲ τὴν ἀρίστην τις αἰτίαν ἐπιστήσῃ τὴν ἐκ θεοῦ, δεῖ ταύτην ἡγεμόνα τῶν πάντων λαβόντα μηδὲν αὐτὴν τῶν ἄλλων αἰτίαν ἀποφαίνειν χείρονα. γελοῖον γὰρ διότι μὲν γέγονέ τι, διὰ τοῦτο φθαρῆναι, εἰ δὲ ὁ θεὸς βούλεται, μὴ φθαρῆναι, καὶ διότι μέν τι ἀγέννητόν ἐστιν ἔχειν ἰσχὺν τοῦ μὴ φθαρῆναι, τὴν δὲ παρὰ τοῦ θεοῦ βούλησιν ἐνδεῖν πρὸς τὸ ἄφθαρτον τηρῆσαί τι τῶν γενομένων.

καὶ ὁ μὲν οἰκοδόμος ἱκανὸς οὐκ οὖσαν οἰκίαν κατασκευάσασθαι, ἱκανὸς δέ τις καὶ ἀνδριάντα μὴ ὄντα πρότερον ὄντα ποιῆσαι‚ καὶ ναῦν ἄλλος ἐξ ὕλης ἀργοῦ τεκτηνάμενος παρέσχε τοῖς δεομένοις‚ καὶ τῶν ἄλλων τεχνιτῶν ἕκαστος‚ ὅσοι γε τὰς ποιητικὰς μετίασι τέχνας, δύναμιν ταύτην ἔχουσιν‚ ὥς τι τῶν οὐκ ὄντων ἄγειν εἰς οὐσίαν, ὁ δὲ παμβασιλεὺς καὶ ἀριστοτέχνης

v.2.p.354
οὐδ’ ὅσον ἀνθρωπίνου τεχνίτου δυνάμεως μεθέξει, ἄμοιρος δ’ ἡμῖν πάσης ἔσται γενέσεως; οὒκ, ἐάν γε καὶ κατὰ βραχὺ θείας αἰτίας ἐπιλογισμὸν οἰοί τε ὦμεν λαβεῖν.

ἀλλὰ ποιῆσαι μὲν ἱκανὸς καὶ βουληθῆναι τὰ καλὰ, (ἀγαθὸς γὰρ, ἀγαθῷ δὲ οὐδεὶς φθόνος περὶ οὐδενός) τηρῆσαι δὲ καὶ διαφυλάξαι τὰ γενόμενα οὐ δυνατός; καὶ μὴν καὶ οἶ λοιποὶ τεχνῖται πρὸς ἄμφω ἱκανοί. ὁ γοῦν οἰκοδόμος καὶ ὁ ναυπηγὸς οὐ μόνον καινὰς κατασκευάζονται ναῦς καὶ οἰκίας, ἀλλὰ καὶ ταῖς ὑπὸ χρόνου διαφθειρομέναις ἱκανοὶ βοηθεῖν, ἕτερα τῶν πεπονημένων ἀντικαθιστάντες αὐταῖς·

ὥστε καὶ τῷ θεῷ πάντως τό γε τοσοῦτον συγχωρητέον. ὁ γάρ τις ὅλον ποιῆσαι δυνατὸς‚ τοῦτο πῶς ἂν ἐκ μέρους ἀδύνατος εἴη ποιεῖν; καὶ γενέσθαι τοίνυν τι δεῖ καινὸν, εἴπερ μέλλοι τις ὅλως ποιητὴς, καὶ τὸ καλὸν ἔργον πρὸς ἅπαν διασώζεσθαι· τὸ γὰρ εὑ γενόμενον ἐθέλειν λύειν κακοῦ.

μείζων δὲ ἄλλος εἰς σωτηρίαν τῶν γενομένων δεσμὸς οὐκ ἔστι τῆς τοῦ θεοῦ βουλήσεως. ἢ ἀνθρωπίνης μὲν σπουδῆς καὶ βουλήσεως μεταλαβόντα πολλὰ, καὶ ἔθνη καὶ πόλεις καὶ ἔργα, μένει χρόνον ἀμήχανον ὅσον γενόμενα μηκέτ’ ὄντος τοῦ θελήσαντος, τὰ δὲ τῆς τοῦ θεοῦ μετασχόντα γνώμης καὶ δι’ αὐτὸν καὶ ὑπ’ αὐτοῦ γενόμενα, ταῦτα δὲ ἄρα παρόντος τοῦ ποιήσαντος οἰχήσεται καὶ οὐ παραμενεῖ;

τίνος αἰτίας βιασαμένης τὴν τοῦ θεοῦ γνώμην; πότερον τῆς ἐξ αὐτῶν τῶν γενομένων ἀνάγκης; ἀλλ’ αὐτή γε τῷ προσέσθαι τὸ κοσμηθῆναι τὴν ἐκ τοῦ θεοῦ προσωμολόγησεν ἧτταν. ἀλλ’ ἔξωθέν τινος αἰτίας ἀνταγωνιζομένης τῷ θεῷ; ἀλλ’ οὔτ’ ἐστὶν οὔτε ἐν οἷς ἔφθη κρατήσας καὶ κοσμήσας ὁ θεὸς ἔτι ἄξιον ἐν τούτοις αὐτὸν ἐλαττοῦν τινος, εἴ γε μὴ παντάπασι λανθάνο

v.2.p.355
μεν ἡμᾶς αὐτοὺς περὶ τῆς μεγίστης καὶ θειοτάτης δυνάμεως διαλεγόμενοι.

ἀλλὰ γὰρ εἰς τὸν περὶ τῆς ἀληθείας λόγον ἐοίκαμεν ὑπὸ προθυμίας ἐκφέρεσθαι. δῆλον μὲν καὶ ὃ προυθέμεθα, ὡς οὐκ ἂν εἶεν διδάσκαλοι περὶ κόσμου γενέσεως οἱ μηδὲ τὴν ἀρχὴν γένεσιν ἀπολιπόντες αὐτῷ.”

Καὶ μὴν καὶ περὶ τῆς τῶν σωμάτων πέμπτης οὐσίας, ἣν εἰσηγήσατο Ἀριστοτέλης, ταῦτα παραθε- τέον