Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

  • ὡς γὰρ οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ‚
  • οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν‚
  • οὕτως οὐκ ἔστι Πλάτωνι καὶ Ἀριστοτέλει φιλία περὶ τοῦ Κορυφαιοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας δόγματος. διαμπερὲς γὰρ, εἰ μὴ κακὰ φρονέουσιν ἀλλήλοις, τά γε ὑπεναντία περὶ τῶν εἰς τοῦτο δια- φερόντων φαίνονται λἐγοντες.”

    Πἀλιν Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν, οὐ μὴν ἀλλὰ καὶ Πλάτωνος ἐν τούτοις συμφώνως, τὸν περὶ τῆς τῶν ὅλων προνοίας λόγον εὐκρινῶς δια- τεθειμένων, ὁ Ἀριστοτέλης μέχρι σελήνης στήσας τὸ

    v.2.p.348
    θεῖον τὰ λοιπὰ τοῦ κόσμου μέρη περιγράφει τῆς τοῦ θεοῦ διοικήσεως· ἐφ’ οἷς καὶ ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος‚ ὧδέ πη διεξιόντος

    “Ὅντος ὄντος δ’ ἔτι μεγίστου καὶ κυριωτάτου τῶν εἰς εὐδαιμονίαν συντελούντων τοῦ περὶ τῆς προνοίας πείσματος‚ ὃ δὴ καὶ μάλιστα τὸν ἀνθρώπινον βίον ὀρθοῖ, εἴ γε μὴ μέλλομεν ἀγνοεῖν

  • πότερον δίκᾳ τεῖχος ὕψιον
  • ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει
  • ἐπιχθονίων γένος ἀνδρῶν·
  • ὁ μὲν Πλάτων’ εἰς θεὸν καὶ ἐκ θεοῦ πάντα ἀνάπτει. φησὶ γὰρ αὐτὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων ἁπάντων ἔχοντα εὐθείᾳ περαίνειν περιπορευ- όμενον. καὶ αὖ πάλιν φησὶν αὐτὸν ἀγαθὸν εἶναι, ἀγαθῷ δὲ μηδένα φθόνον ἐγγίγνεσθαι περὶ μηδενός. τούτου δὲ ἐκτὸς ὄντα πάντα ὅτι μάλιστα ἀγαθὰ ποιεῖν, εἰς τάξιν ἄγοντα ἐκ τῆς ἀταξίας. πάντων δὲ ἐπιμελούμενον καὶ πάντα κατὰ δύναμιν κοσμοῦντα πεφροντικέναι καὶ τῶν ἀνθρώπων.”

    Καὶ μετὰ βραχέα

    Καὶ ὁ μὲν Πλάτων’ οὕτως. ὁ δὲ τὴν δαιμονίαν ταύτην φύσιν ἐκποδὼν ποιούμενος, καὶ τήν γε εἰσαῦθις ἐλπίδα τῆς ψυχῆς ἀποτέμνων, τήν τε ἐν τῷ παρόντι πρὸς τῶν κρειττόνων εὐλάβειαν ἀφαιρούμενος, τίνα πρὸς Πλάτωνα ἔχει κοινωνίαν; ἢ πῶς ἂν ἐφ’ ἃ βούλεται Πλάτων’ παρακαλέσαι καὶ πιστώσαιτο τὰ εἰρημένα;

    πᾶν γὰρ τοὐναντίον συνεργὸς ἂν οὗτός γε καὶ συναγωνιστὴς τῶν ἐθελόντων ἀδικεῖν φανείη. πᾶς γάρ τις ἄνθρωπος ὢν καὶ ταῖς ἀνθρωπίναις ὀρέ- [*](11 Πλάτων’] Leg. 4. p. 716. Tim. p.)

    v.2.p.349
    ξεσι κατεσχημένος , ἂν καταφρονήσῃ τῶν θεῶν καὶ μηδὲν νομίσῃ πρὸς αὑτὸν, ἅτε πόρρω μὲν αὐτῶν ἀπῳκισμένος ἐν τῷ ζῆν, ἀποθανὼν δὲ οὐδὲ ἔτι ὢν, ἕτοιμος ἂν ἔλθοι πρὸς τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις.

    πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν ἀδικοῦντα οὐκ ἀδύνατον, ἄν γε ἀνθρώπους δέῃ λανθάνειν· οὐ μὴν ἀναγκαῖον ἐκ παντὸς λαθεῖν ζητεῖν, ὅπου γέ τις τῶν πεφωρακότων κρατεῖν δυνατός ἐστιν. ὥστε ἕτοιμόν τι χρῆμα πρὸς ἀδικίαν ἡ τῆς προνοίας ἀπόγνωσις.

    ἐκεῖνος μὲν γὰρ καὶ πάνυ χρηστός ἐστιν , ὅστις τὴν ἡδονὴν ἡμῖν προτείνας ὡς ἀγαθὸν, καὶ τὴν ἐκ θεῶν ἄδειαν παρασχόμενος, ἔτι μηχανὴν πρὸς τὸ μὴ ἀδικεῖν πορίζειν οἴεται , ὅμοιόν τι ποιῶν ἰατρῷ τὴν μὲν ἔτι ζῶντος τοῦ κάμνοντος βοήθειαν παρέντι, μετὰ θάνατον δὲ πλέκειν τινὰς μηχανὰς πειρωμένῳ πρὸς σωτηρίαν τοῦ τεθνεῶτος.

    παραπλησίως δὲ τούτῳ καὶ ὁ Περιπατητικός. οὐ γὰρ οὕτως ἡ περὶ τὴν ἡδονὴν σπουδὴ ὡς ἡ πρὸς τὸ θεῖον ὅτι κήδοιτο ἀπιστία τὴν ἀδικίαν ἐπιρρώννυσι. τί οὖν, φήσαι τις ἂν, ἐν ταυτῷ τάττεις Ἀριστοτέλην καὶἘπίκουρον ; πάνυ μὲν οὖν, ὥς γε πρὸς τὸ προκείμενον.

    τί γὰρ διαφέρει πρὸς ἡμᾶς ἢ τοῦ κόσμου τὸ θεῖον ἐξοικίσασθαι καὶ μηδεμίαν ἡμῖν πρὸς αὐτὸ κοινωνίαν ἀπολιπεῖν, ἢ ἐν κόσμῳ τοὺς θεοὺς καθείρξαντα τῶν ἐπὶ γῆς πραγμάτων ἀποστῆσαι; κατ᾿ ἴσον γὰρ παρ᾿ ἀμφοτέροις τὸ ἐκ θεῶν ἀμελὲς εἰς τοὺς ἀνθρώπους , καὶ ἴση τοῖς ἀδικοῦσιν ἡ ἀπὸ τῶν θεῶν ἄδεια τὸ δὲ ἐκείνων μενόντων κατ᾿ οὐρανὸν καὶ ἡμᾶς τι χρηστὸν ἀπολαύειν μάλιστα μὲν κοινὸν καὶ ἀλόγων καὶ ἀψύχων, ἤδη δὲ ταύτῃ γε καὶ κατ᾿ Ἐπίκουρον ὄνησις τοῖς ἀνθρώποις ἀπὸ θεῶν γίνεται.

    τὰς γοῦν βελτίονας ἀπορροίας αὐτῶν φασι τοῖς μετασχοῦσι μεγάλων ἀγαθῶν παραι-

    v.2.p.350
    τίας γίνεσθαι. ἀλλ’ οὕτετοῦτονοὔτε ἐκεῖνον δίκαιον ἐν προνοίας ἀριθμεῖσθαι λόγῳ. εἴπερ γὰρ καὶ κατ’ Ἐπίκουρον τὸ τῆς προνοίας οἴχεται, καίτοι τῶν θεῶν κατ’ αὐτὸν πᾶσαν κηδεμονίαν ὑπὲρ τῆς σωτηρίας τῶν οἰκείων ἀγαθῶν εἰσφερομένων, οὕτως ἂν οἴχοιτο καὶ κατ’ Ἀριστοτέλην τὸ τῆς προνοίας, εἰ καὶ τὰ κατ οὐρανὸν ἐν τάξει τινὶ καὶ κόσμῳ διοικεῖται.

    πρόνοιαν γὰρ ζητοῦμεν ἡμῖν διαφέρουσαν, ἧς οὐ μέτεστι τῷ μήτε δαίμονας μήτε ἥρωας μήτε ὅλως ἐπιδιαμένειν δύνασθαι τὰς ψυχὰς συγκεχωρηκότι.

    ἐκεῖνο δ’ ἐμοὶ κριτῇ καὶ αἰσχυντηλότερον ὁ Ἐπίκουρος δοκεῖ πεποιηκέναι· ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοὺς θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώπων κηδεμονίας εἰς ταυτὸν ἐλθόντας αὐτοῖς καθάπερ εἰς ἀλλοδαπὴν ἀπῴκισε καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον αὐτῶν τῇ ἀποστάσει καὶ τῇ πρὸς ἅπαντ’ ἀκοινωνίᾳ παραιτούμενος.

    ὁ δὲ περιττὸς ἡμῖν οὑτος τῆς φύσεως εὑρετὴςκαὶ τῶν θείων πραγμάτων ἐπιγνώμων ἀκριβὴς ὑπ’ αὐτὴν τὴν ὄψιν τῶν θεῶν τὰ ἀνθρώπινα πράγματα ὑποθεὶς εἴασεν ἀτημέλητα καὶ ἀφρόντιστα, φύσει καὶ οὐ θεοῦ λογισμῷ διοικούμενα. ὅθεν εἰκότως ἂν καὶ αὐτὸς οὐδ’ ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι, ὃ κατ’ Ἐπικουρου τινες μαντεύονται, ὡς ἄρα μὴ κάτα γνώμην, ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς θεοῖς κατέ- νειμεν ἐν τῷ παντὶ χώραν ὥσπερ ἐν θεάτρῳ θέαν.

    τεκμήριον δὲ ποιοῦνται τῆς γνώμης τἀνδρὸς‚ ὅτι αὐτῶν ἀφεῖλε τὴν πρὸς ἡμὰς ἐνέργειαν, ἐξ ἧς μόνης τὸ εἶναι τοὺς θεοὺς ἔμελλε τὴν δικαίαν πίστιν ἕξειν. τὸ γὰρ αὐτὸ τοῦτο καὶ Ἀριστοτέλης ποιεῖ. ἀποστήσας γὰρ καὶ παραδοὺς ὄψει μόνῃ τὴν πίστιν πραγματείᾳ κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσοῦδε διαστήματος τάχ’ ἂν αἰδοῖ δοκοίη λέγειν ἐνταῦθα εἶναι θεούς.

    οὐ γὰρ

    v.2.p.351
    ἀπολιπὼν ἔξω τι τοῦ κόσμου‚ ἀλλ’ οὐδὲ τοῖς ἐπὶ γῆς προσαγαγὼν τοὺς θεοὺς, ἀνάγκην ἔσχεν ἢ παντάπασιν ἄθεος εἶναι ὁμολογεῖν‚ ἢ τὴν τοῦ δοκεῖν ἀπο- λιπεῖν θεοὺς δόξαν ἀνασώζειν‚ ἐνταῦθά που τοὺς θεοὺς ἀποικίσας. ὁ δὲ τὴν τῶν κρειττόνων ἀκρίβειαν παραιτησάμενος τῇ ἀμιξίᾳ ἔοικεν εὐσχημόνως ἀπι- στεῖν τοῖς θεοῖς.”

    Ταῦτα ὁ Ἀττικὸς πρὸς Ἀριστοτέλην χρεοκοποῦντα τὸν περὶ προνοίας λόγον. ὁ δ’ αὐτὸς ἔτι καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησι‚ πρὸς τὸν αὐτὸν ἀποτει- νόμενος μὴ βουλόμενον γεννητὸν εἶναι τὸν κόσμον.

    Πάλιν Μώσεως γεννητὸν εἶναι τὸν κόσμον ὁρισαμένου‚ ποιητήν τε καὶ δημιουρ·γὸν τοῖς ὅλοις τὸν θεὸν ἐπιστήσαντος‚ τοὐ τε Πλάτωνος τὰ ἴσα Μωσεῖ φιλοσοφοῦντος‚ τὴν ἐναντίαν κἀν τούτῳ ὁ Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέν- τος συγγραφέως‚ ὧδε πρὸς ῥῆμα γράφοντος

    “ Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν, καὶ τὸ τῆς προνοίας τὸ μέγα τοῦτο καὶ πολυωφελὲς δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος, καὶ λογι- σάμενος ὅτι τῷ μὴ γενομένῳ οὔτε τινὸς ποιητοῦ οὔτε τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς προνοίας ἀφεῖλε τὸ ἀγέννητον αὐτοῦ.

    παραιτούμεθα δὲ νῦν μὴ ἐμποδὼν ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι‚ οἶς ἀρέσκει καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγέννητον εἶναι. δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν‚ εἰ περὶ τῶν δοκούντων Πλάτωνι πιστεύομεν οἷς αὐτὸς Ἕλλην ὢν Ἕλληνας ἡμᾶς σαφεῖτε καὶ τρανῶ τῷ στόματι διείλεκται.

    παραλαβὼν γὰρ ‚ φησὶν, ὁ θεὸς πᾶν [*](31 παραλαβὼν—] Plato Tim. p. 30.)

    v.2.p.352
    ὅσον ἦν ὁρατὸν‚ οὐχ ἡσυχίαν ἄγον‚ πλημμελῶς δὲ καὶ ἀτάκτως κινούμενον‚ εἰς τάξιν ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος τοῦτο ἐκείνου πάντως ἄμεινον. ἔτι δὲ καὶ μᾶλλον ὅτι μὴ δι’ αἰνιγμάτων‚ μηδ’ ἐπὶ τοῦ σαφοῦς χρείᾳ τὴν γένεσιν παρεδέξατο, δηλοῖ δι’ ὦν ὁ πατὴρ αὐτῷ τῶν πάντων διείλεκται περὶ τούτου μετὰ τὴν τῶν ὅλων δημιουργίαν.

    ἐπειδὴ γὰρ, φησὶ, γεγένησθε‚ (λέγει δὲ πρὸς τοὺς θεοὺς) ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐ δ’ ἄλυτοι τὸ πάμπαν, οὔτι μὴν δὴ λυθήσεσθε τῆς ἐμῆς βουλήσεως τυχόντες.