Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τῆς γὰρ συμπάσης φιλοσοφίας κοινῇ τῶν φιλοσοφησάντων τὴν ἀνθρωπίνην εὐδαιμονίαν ὑπισχνουμένης, τριχῆ δὲ διαιρουμένης κατὰ τὴν τῶν ὅλων ποιητικὴν διανέμησιν, τοσοῦτον ἀποδέων ἐν τούτοις τοῦ διδάσκειν τι τῶν Πλάτωνος ὁ Περιπατητικὸς ὀφθήσεται ὥστε, πλειόνων ὄντων οἳ διαφέρονται Πλάτωνι, μάλιστα ἐναντιούμενος αὐτὸς φανεῖται.

καὶ πρῶτόν γε ἀπὸ τοῦ κοινοῦ καὶ μεγίστου καὶ κυριωτάτου τὴν πρὸς Πλάτωνα παραλλαγὴν ἐποιήσατο, μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας, μηδὲ

v.2.p.343
τὴν ἀρετὴν αὐτάρκη πρὸς τοῦτο συγχωρήσας, ἀλλ’ ἀπολισθὼν τῆς δυνάμεως τῆς κατὰ τὴν ἀρετὴν, καὶ ἡγησάμενος αὐτῇ προσδεῖν τῶν ἐκ τῆς τύχης, ἵνα μετὰ τούτων ἕλῃ τὴν εὐδαιμονίαν· εἰ δ’ ἐφ’ ἑαυτῆς ληφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τῆς εὐδαιμονίας μεμψάμενος.

τὸ μὲν οὖν ἀγεννὲς καὶ διημαρτημένον τῆς γνώμης ἐν τούτῳ τε κἀν τοῖς ἄλλοις οὐ τοῦ παρόντος δεικνύναι καιροῦ· ἐκεῖνο δὲ οἶμαι πρόδηλον, ὅτι τοῦ σκοποῦ καὶ τῆς εὐδαιμονίας οὐκ ἴσων ὄντων οὐδὲ τῶν αὐτῶν κατὰ Πλάτωνα καὶ κατὰ Ἀριστοτέλην, ἀλλὰ τοῦ μὲν βοῶντος ἑκάστοτε καὶ κηρύττοντος ὅτι εὐδαιμονέστατος ὁ δικαιότατος, τοῦ δὲ μὴ ἐπιτρέποντος ἕπεσθαι τῇ ἀρετῇ τὴν εὐδαιμονίαν, ἂν μὴ καὶ γένος εὐτυχήσῃ καὶ κάλλος, ἀλλὰ καὶ χρυσὸν ,

  • ὃς καὶ χρυσὸν ἔχων πόλεμονδ’ ἴεν, ἠύτε κούρη,
  • ἀνάγκη κατὰ τὴν διαφορὰν τοῦ τέλους καὶ τὴν ἐπὶ τοῦτο ἄγουσαν φιλοσοφίαν διάφορον εἶναι.

    μιᾷ γὰρ ὁδῷ βαδίζοντα, ἥτις ἄγειν πέφυκεν ἐπί τι τῶν μικρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω καὶ ἐν ὕψει κείμενα.

  • Ὁρᾷς ἵν’ ἐκεῖνος ὑψηλὸς πάγος,
  • τρηχύς τε καὶ παλίγκοτος,
  • ἐν τῷ κάθηται σὴν ἐλαφρίζων μάχην;
  • ἐπὶ τοῦτον τὸν ὑψηλὸν πάγον τὸ δριμὺ καὶ πανοῦρ- γον ἐκεῖνο θηρίον ἀνελθεῖν ἀδύνατον· ἵνα δὲ εἰς ταὐτὸν ἔλθῃ τοῖς ἀετοῦ γεννήμασιν ἀλώπηξ, ἢ τύχῃ τινὶ δεῖ χρησαμένους ἐκείνους πονηρᾷ καταπεσεῖν εἰς γῆν τῶν οἰκείων αὐτοῖς φθαρέντων, ἢ φύσασαν αὐ- τὴν, ἃ μὴ πέφυκε φύειν,

  • λαιψηρὰ κυκλῶσαι πτερὰ,
  • v.2.p.344
    καὶ οὕτως ἀρθεῖσαν ἐκ γῆς ἀναπτέσθαι πρὸς τὸν ὑψηλὸν πάγον. ἴως δ’ ἑκάτερον ἐπὶ τῆς οἰκείας μένει τάξεως, οὐκ ἔνι κοινωνία τοῖς γῆς πρὸς τὰ οὐρανοῦ θρέμματα.”

    Καὶ μεθ’ ἕτερα ἐπιλέγει Τούτων τοίνυν οὕτως ἐχόντων, καὶ πειρωμένου τοῦ Πλάτωνος ἕλκειν τὰς τῶν νέων ψυχὰς ἄνω που πρὸς τὸ θεῖον, καὶ τοῦτον τὸν τρόπον προσοικειοῦντος μὲν τῇ ἀρετῇ καὶ τῷ καλῷ, τῶν δὲ ἄλλων ἁπάντων ἀναπείθοντος ὑπερφρονεῖν, φράσον ἡμῖν, ὠ Περιπατητικὲ, πῶς ἐκδιδάξεις ταῦτα; πῶς ὁδηγήσεις ἐπ’ αὐτὰ τοὺς φιλοπλάτωνας;

    ποῦ σοι τῆς αἱρέσεως τοσοῦτον ὕψος λόγων ὥστε τὸ τῶν Ἀλωαδῶν φρόνημα κτήσασθαι καὶ τὴν εἰς οὐρανὸν ὁδὸν ζητεῖν, ἣν ἐκεῖνοι μὲν ᾤοντο ὀρῶν ἀναθέσει δύνασθαι γίνεσθαι, τὸ δ’ ἄρ’ ἦν ἀφαιρέσει τῶν ἀνθρωπίνων σπουδασμάτων γινόμενον, ὥς φησι Πλάτων’;

    τίς οὖν ἡ παρὰ σοῦ πρὸς ταῦτα τοῖς νέοις βοήθεια ; καὶ πόθεν τις ὁ τῆς ἀρετῆς συναγωνιστὴς λόγος; ἐκ ποίων γραμμάτων Ἀριστοτέλους; τίνος τῶν ἀπ’ αὐτοῦ; ἑ κ’ ποίων γραφῶν; δίδωμι γάρ σοι κἂν ψεύδεσθαι θέλῃς, μόνον τι νεανικόν. ἀλλὰ γὰρ οὔτ’ ἔχεις εἰπεῖν οὔτ’ ἂν ἐπιτρέψαι σοι τῶν ἡγεμόνων τῆς αἱρέσεως οὐδείς.

    αἶ γοῦν Ἀριστοτέλους περὶ ταῦτα πραγματεῖαι, Εὐδήμειοί τε καὶ Νικομάχειοι καὶ Μεγάλων Ἠθικῶν ἐπιγραφόμεναι, μικρόν τι καὶ ταπεινὸν καὶ δημῶδες περὶ τῆς ἀρετῆς φρονοῦσι, καὶ τοσοῦτον ὅσον ἄν τις καὶ ἰδιώτης καὶ ἀπαίδευτος καὶ μειράκιον καὶ γυνή. τὸ μὲν γὰρ διάδημα, ὡς εἰπεῖν, καὶ τὸ σκῆπτρον τὸ [*](17 Πλάτων’] Phaedr. p. 249.)

    v.2.p.345
    βασιλικὸν, ὃ παρὰ τοῦ Δῖός ἔχει λαβοῦσα ἀναφαί- ρετον ἡ ἀρετὴ, ἐπεὶ
  • οὐ παλινάγρετον‚ ὅττι κεν οὗτος τῇ κεφαλῇ ἐπινεύσῃ·)
  • τοῦτο αὐτὴν ἀφαιρεῖσθαι τολμῶσιν.

    οὐ γὰρ ἐπιτρέπουσιν τρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας, ὁμοίαν δὲ αὐτὴν καθιστᾶσι πλούτῳ καὶ δόξῃ καὶ γένει καὶ ὑγιείᾳ καὶ κάλλει‚ καὶ ὅσα ἄλλα κοινὰ τῆς κακίας. ὡς γὰρ τούτων ὁτιοῦν παρὸν χωρὶς ἀρετῆς οὐκ αὔταρκες εὐδαί- μονα τὸν κεκτημένον ἀποφῆναι‚ καὶ ἡ ἀρετὴ κατὰ ταὐτὰ χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντ’ αὐτὴν εὐδαίμονα.

    πῶς οὖν οὐ καθῄρηται καὶ καταβέβληται τὸ τῆς ἀρετῆς ἀξίωμα; ναί· ἀλλὰ πολὺ τῶν ἄλλων ἀγαθῶν ὑπερέχειν τὴν ἀρετὴν λέγουσι. τί δὴ τοὺτο; καὶ γὰρ τὴν ὑγίειαν τοῦ πλούτου· ἀλλὰ τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν πρὸς εὐδαιμονίαν πᾶσι κοινόν.

    ὁπόταν οὑν τις ἐκ τούτων τῶν δο- γμάτων καὶ ταύτης τῆς αἱρέσεως διδάξειε τὸν ἐν αὐτῇ τῇ ψυχῇ τὸ πᾶν ἀνθρώπινον ἀγαθὸν ζητοῦντα, εὐδαίμονά φησιν ἐπὶ τροχὸν οὐκ ἀναβαίνειν, οὐδὲ ὁ ταῖς Πριαμικαῖς τύχαις συνεχόμενος δύναιτ’ ἂν εὐδαίμων καὶ μακάριος εἷναι.

    τὸν δὲ τὴν ἀρετὴν ἔχοντα τοιούτοις τισὶ περιπεσεῖν οὐκ ἀπεικός. τούτοις δὲ ἕπεται τὸ μήτε ἀκολουθεῖν ἐκ παντὸς τὴν εὐδαιμονίαν τοῖς τὴν ἀρετὴν ἔχουσι μήτ’, εἰ γένοιτο, παραμένειν ἀεί.

    Φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη

  • τηλεθόωσα φύει·
  • ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δ’ ἀπολήγει.·
  • ἔτι σοι τὸ παράδειγμα μικρὸν καὶ ἄτολμον ὦ ποιητά·

  • ἔαρος δ’ ἐπιγίνεται ὥρη.
  • v.2.p.346
    πολὺς ὁ μεταξὺ χρόνος καὶ ᾧ μὴ γίνεται. εἰ θέλεις ἀκριβῶς τὸ ἐπίκηρον καὶ σαθρὸν τῆς ἀνθρωπίνης γενεὰς ἀπεικάσαι‚ παράβαλλε τὴ ’Αριστοτέλους εὐδαιμονίαν. ῥᾷον τῶν φύλλων αὕτη καὶ φύεται καὶ ἀπολείπει‚ οὐκ ἀναμένουσα περιτελλόμενον τὸν ἐνιαυτὸν‚ οὐδ’ αὐτοετεὶ, οὐδ’ αὐτομηνὶ, ἀλλ’ αὐτῆς ἡμέρας, αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται.

    πολλὰ δὲ τὰ ἀπολλύντα, καὶ πάντα ἐκ τῆς τύχης. καὶ γὰρ αἶ τοῦ σώματος κῆρες‚ μυρίαι δὲ αὗται, καὶ πενία καὶ ἀτιμία‚ καὶ ὅσα τοιαῦτα· καὶ πρὸς οὐδὲν αὐταρκεῖ τὰ τῆς φίλης ἀρετῆς πρὸς βοήθειαν οὐχ ἱκανά· τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δὲ εὐδαιμονίαν διασώζειν ἀσθενής.

    τούτοις οὑν τις ἐντραφεὶς, καὶ τούτοις ἀρεσκόμενος τοῖς λόγοις, τίνα τρόπον ἢ αὐτὸς συνᾴσεται τοῖς Πλάτωνος‚ ἢ ἄλλους πρὸς αὐτὰ ἐπιρρώσει ποτέ; οὐ γὰρ ἔστιν ὅπως ἄν τις ἐκ τούτων ὁρμώμενος παραδέξαιτο τὰ Ἡράκλεια καὶ θεῖα ἐκεῖνα δόγματα, ὡς ἰσχυρόν τι καὶ πάγκαλον χρῆμα ἀρετὴ, καὶ οὔτε ποτε ἐνδέουσα πρὸς εὐδαιμονίαν οὔτε ποτὲ αὐτῆς ἀφαιρουμένη‚ ἀλλὰ κἂν πενία, κἂν νόσος, κἂν ἀδοξία, κἂν βάσανοι, κἂν πίττα καὶ σταυρὸς, κἂν τὰ ἐκ τῆς τραγῳδίας ἅμα πάντα ἐπιρ- ρυῇ‚ ἔτι ὁ δίκαιος εὐδαίμων καὶ μακάριος.

    ὑπὸ κήρυκι γοῦν αὐτῷ τῷ μεγαλοφωνοτάτῳ κηρύττει, καθάπερ ἀθλητήν τινα νικηφόρον‚ τὸν δικαιότατον, ὅτι οὗτός ἐστιν εὐδαιμονέστατος‚ ὁ ἐξ αὐτῆς τῆς δικατοσύνης τὸν καρπὸν τῆς εὐδαιμονίας δρεπόμενος. διαίρει τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῆ καὶ τετραχῆ καὶ πολλαχῆ τὰ ἀγαθὰ διαστελλόμενος· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον. οὐ δή ποθ’ ἡμὰς δι’ αὐτῶν προσάξεις τῷ Πλάτωνι.

    τί γὰρ εἰ τῶν ἀγα- θῶν‚ ὡς φῄς‚ τὰ μὲν τίμια‚ καθάπερ οἱ θεοὶ‚ τὰ δὲ

    v.2.p.347
    ἐπαινετὰ, ὧς αἶ ἀρεταὶ‚ τὰ δὲ δυνάμεις, ὡς πλοῦτος καὶ ἰσχὺς, τὰ δὲ ὠφέλιμα, ὡς αἶ θεραπεῖαι; τί δ’, εἰ ταῦτα ἐλάττονι διαιρέσει διαστελλόμενος λέγοις τῶν ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δὲ οὐ τέλη; τέλη μὲν ὀνομάζων ὧν χάριν τὰ ἄλλα‚ οὐ τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκα λαμβανόμενα.

    τί δ’, εἰ μάθοι τις ὅτι τὰ μὲν ἁπλῶς ἀγαθὰ, τὰ δὲ οὐ πᾶσιν; σιν; ἢ ὅτι τὰ μὲν ψυχῆς ἀγαθὰ, τὰ δὲ σώματος, τὰ δ’ ἐκτός; ἢ πάλιν ὅτι τῶν ἀγαθῶν τὰ μὲν δυνάμεις, τὰ δὲ διαθέσεις καὶ ἕξεις, ἄλλα δὲ ἐνέργειαι, τὰ δὲ τέλη, τὰ δὲ ὕλαι, τὰ δὲ ὄργανα,. κἂν τὰς δέκα κατηγορίας παρὰ σοῦ μάθῃ τις δεκαχῆ διανέμειν τἀγαθὸν, τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγματα;

    ἴως οὗ γὰρ σὺ μὲν εἴτε ὁμωνύμως εἴτε ὅπως βούλει λαλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς ἄλλ’ ἄττα πρὸς τὴν εὐδαιμονίαν ὡς ἀναγκαῖα παραλαμβάνεις, τὸ ἱκανὸν τῆς ἀρετῆς ἀφαιρούμενος, Πλάτων’ δ’ ἐκ περιουσίας περὶ τῶν ἄλλων ζητεῖ τὸ ἔκπλεον εἰς εὐδαιμονίαν ἀπ’ αὐτῆς τῆς ἀρετῆς ἔχων, οὐδὲν ἂν ὑμῖν εἴη κατὰ τοῦτο κοινόν· ἄλλων σοι δεῖ λόγων, ἄλλων τοῖς τοῦ Πλά- τωνος.