Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἀναξίμανδρος κύκλον εἷναι ὀκτωαιεικοσαπλασίονα τῆς γῆς , ἁρματείῳ τροχῷ παραπλήσιον τὴν ἁψῖδα ἔχοντα, κοίλην , πλήρη πυρὸς , ἧς κατά τι μέρος ἐκφαινούσης διὰ στομίου τὸ πῦρ, ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτ᾿ εἶναι τὸν ἥλιον.

[*](21 Πλουτάρχου] vol. 2. p.889 f.)
v.2.p.393

Ξενοφάνης, ἐκ πυριδίων τῶν φαινομένων συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον ἐκ νεφῶν πεπυρωμένων.

Οἱ Στωϊκοὶ, ἄναμμα νοερὸν ἐκ θαλάσσης.

Πλάτων, ἐκ πλείστου πυρός.

Ἀναξαγόρας , Δημόκριτος, Μητρόδωρος, μύδρον ἢ πέτρον διάπυρον.

Ἀριστοτέλης , σφαῖραν ἐκ τοῦ πέμπτου σώματος.

Φιλόλαος ὁ Πυθαγόρειος δίσκον ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς· ὥστε προσεοικέναι ἡλίου τὸ ἐν οὐρανῷ πυρῶδες τῇ ἀπὸ τοῦ ἐνόπτρου κατὰ ἀνάκλασιν διασπειρομένη πρὸς ἡμὰς αὐγῇ· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον εἰδώλου.

Ἐμπεδοκλῆς δύο ἡλίους· τὸν μὲν ἀρχέτυπον πῦρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου, πεπληρωκὸς τὸ ἡμισφαίριον ἀεὶ καταντικρὺ τῆς ἀνταυγείας αὑτοῦ , τὸν δὲ φαινόμενον ἀνταύγειαν εἶναι, ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ , τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ , ἀπὸ κυκλοτεροῦς τῆς γῆς κατ᾿ ἀνάκλασιν ἐγγιγνομένην εἰς τὸν ἥλιον τὸν κρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει τοῦ πυρίνου. ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντα, ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον.

Ἐπίκουρος, γήινον πύκνωμα, κισσηροειδὲς, καὶ σπογγοειδὲς ταῖς κατατρήσεσιν, ὑπὸ τοῦ πυρὸς ἀνημμἐνον.”

v.2.p.394