Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν, καὶ πρὸ τούτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἔξιν. ὁ δὲ νοῦς ὕστατος, ἀπὸ τῆς ψυχῆς δηλονότι γενόμενος , ἢ εἰ πρὸ πάντων νοῦς, ἐφεξῆς ἔδει ψυχὴν ποιεῖν , εἶτα φύσιν· καὶ ἀεὶ τὸ ὕστερον χεῖρον, εἴπερ πέφυκεν.

εἰ οὖν καὶ ὁ θεὸς αὐτοῖς κατὰ τὸν νοῦν ὕστερος καὶ γεννητὸς καὶ ἐπακτὸν τὸ νοεῖν ἔχων, ἐνδέχοιτο ἂν μηδὲ ψυχὴν μηδὲ νοῦν, μηδὲ θεὸν εἶναι· εἰ τὸ δυνάμει, μὴ ὄντος πρότερον τοῦ ἐνεργείᾳ καὶ νοῦ γένοιτο, οὐδὲ ἥξει εἰς ἐνέργειαν. τί γὰρ ἔσται τὸ ἄγον, μὴ ὄντος ἑτέρου παρ᾿ αὐτὸ προτέρου; εἰ δ᾿ ἑαυτὸ ἄξει εἰς ἐνέργειαν, ὅπερ ἄτοπον, ἀλλὰ βλέπον γε πρός τι ἄξει, ὃ οὐ δυνάμει, ἐνεργείᾳ δὲ ἔσται.

καίτοι τὸ ἀεὶ μένειν τὸ αὐτὸ, εἴπερ τὸ δυνάμει ἕξει, καθ᾿ ἑαυτὸ εἰς ἐνέργειαν ἥξει , καὶ τοῦτο κρεῖττον ἔσται τοῦ δυναμένου, οἷον ὀρεκτὸν ὄν ἐκείνου. πρότερον ἄρα τὸ κρεῖττον καὶ ἑτέραν φύσιν ἔχον σώματος καὶ ἐνεργείᾳ ὄν ἀεί·

v.2.p.391
πρότερον ἄρα καὶ νοῦς καὶ ψυχὴ φύσεως. οὐκ ἄρα οὕτως ψυχὴ ὡς πνεῦμα, οὐδ᾿ ὡς σῶμα. ἀλλ᾿ ὅτι μὲν οὐ σῶμα λέγοιτ᾿ ἂν καὶ εἴρηται καὶ ἄλλοις ἕτερα, ἱκανὰ δὲ καὶ ταῦτα.”

“ Ἐπεὶ δὲ καὶ ἄλλης φύσεως , δεῖ ζητεῖν τίς αὕτη. ἆρ᾿ οὖν ἕτερον μὲν σώματος, σώματος δέ τι, οἷον ἁρμονία; τοῦτο γὰρ ἁρμονίαν τῶν ἀμφὶ Πυιθαγόραν λεγόντων ἕτερον τρόπον, ᾠήθησαν αὐτὸ τοιοῦτόν τι εἶναι οἷον καὶ ἡ περὶ χορδὰς ἁρμονία.

ὡς γὰρ ἐνταῦθα ἐντεταμένων τῶν χορδῶν ἐπιγίνεταί τι οἶον πάθημα ἐπ᾿ αὐταῖς, ὃ λέγεται ἁρμονία, τὸν αὐτὸν τρόπον καὶ τοῦ ἡμετέρου σώματος, ἐν κράσει ἀνομοίων γινομένων, τὴν ποιὰν κρᾶσιν ζωήν τε ἐργάζεσθαι καὶ ψυχὴν, οὖσαν τὸ ἐπὶ τῇ κράσει πάθημα. ὅτι δὲ ἀδύνατον , πολλὰ ἤδη πρὸς ταύτην τὴν δόξαν εἴρηται.

καὶ γὰρ ὅτι τὸ μὲν πρότερον ἡ ψυχἠ, ἡ δ᾿ ἁρμονία ὕστερον, καὶ ὡς τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μάχεται πολλαχῆ, ἁρμονία δὲ οὐκ ἂν οὔσα ταῦτα ποιοῖ· καὶ ὡς τὸ μὲν οὐσία, ἡ δὲ ἁρμονία οὐκ οὐσία· καὶ ὅτι ἡ κρᾶσις τῶν σωμάτων, ἐξ ὧν συνέσταμεν , ἐν λόγῳ οὖσα, ὑγίεια ἂν εἴη· καὶ ὅτι καθ᾿ ἕκαστον μέρος ἄλλως κραθὲν εἴη ἂν ψυχὴ ἑτέρα, ὥστε πολλὰς εἶναι· καὶ τόδε μέγιστον . ὡς ἀνάγκη πρὸ τῆς ψυχῆς ταύτης ἄλλην ψυχὴν εἶναι τὴν ποιοῦσαν τὴν ἁρμονίαν ταύτην, οἶον ἐπὶ τῶν ὀργάνων, τὸν μουσικὸν, τὸν ἐντιθέντα ταῖς χορδαῖς τὴν ἁρμονίαν, λόγον ἔχοντα παρ᾿ αὐτῷ , καθ᾿ ὃν ἁρμόσει.

οὔτε γὰρ ἐκεῖ αἱ χορδαὶ παρ᾿ αὑτῶν οὔτ᾿ ἐνταῦθα τὰ σώματα ἑαυτὰ εἰς ἁρμονίαν ἄγειν δυνήσεται. ὅλως δὲ καὶ οὗτοι ἐξ ἀψύχου ἔμψυχα ποιοῦσι, καὶ τὰ ἐξ ἀτάκτων κατὰ συντυχίαν τεταγμένα καὶ τὴν τάξιν οὐκ ἐκ τῆς ψυχῆς, ἀλλ᾿ αὐτὴν ἐκ τῆς αὐτομά-

v.2.p.392
του τάξεως τὴν ὑπόστασιν εἰληφέναι. τοῦτο δὲ οὔτε ἐν τοῖς κατὰ μέρος οὔτε ἐν τοῖς ἄλλοις δυνατὸν γενέσθαι. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία."

Ταῦτα μὲν ἀπὸ τῶν Πλωτίνου πρὸς τὴν τῶν Στωϊκῶν περὶ ψυχῆς δόξαν, σωματικὴν φασκόντων αὐτὴν εἶναι. ἀλλ᾿ ἐπεὶ αὐταρκῶς τά τε πρὸς Ἀριστοτέλην ἕλην καὶ τὸν Περίπατον, τά τε πρὸς τὴν τῶν Στωϊκῶν αἵρεσιν, ὡς ἐν ἐπιτομῇ παρατέθειμαι, ὤρα πάλιν ἐπανελθόντα τῶν γενναίων φιλοσόφων ὁμοῦ πάντων τὰς θαυμαστὰς ἐπισκέψασθαι φυσιολογίας, ὅτε μάλιστα κοινῶς πάντες Ἕλληνες θεοὺς ὁρατοὺς, ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, τά τε ἄλλα μέρη τοῦ κόσμου ἡγήσαντό τε καὶ ἐσέφθησαν, καὶ τάς γε μυθικὰς καὶ ληρώδεις αὐτῶν περὶ τῆς πολυθέου πλάνης διηγήσεις σεμνοτέραις δὴ καὶ φυσικαῖς ἀποδόσεσιν ἐπὶ τὰ στοιχεῖα καὶ τὰ τοῦ παντὸς κόσμου μόρια μετενηνόχασι.

διό μοι ἀναγκαῖον εἶναι δοκεῖ καὶ τὰς περὶ τῶνδε δόξας ὁμοῦ συναγαγεῖν, τάς τε διαστάσεις αὐτῶν καὶ τοῦ τύφου τὸ μάταιον ἐπιθεωρῆσαι. θήσω δὲ καὶ ταῦτα ἀπὸ τῆς Πλουτάρχου γραφῆς, ἐν ᾗ τὰς περὶ τούτων ἁπάντων ὁμοῦ τῶν τε πρεσβυτέρων καὶ νέων δόξας συναγαγὼν τοῦτον γράφει τὸν τρόπον

“Περὶ ἡλίου.