Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“’Αλλὰ τί δή ἐστι τὸ ὅν; ἆρα ταυτὶ τὰ στοι- χεῖα τὰ τέτταρα, ἡ γῆ καὶ τὸ πῦρ καὶ αἶ ἄλλαι δύο μεταξὺ φύσεις; ἆρα οὖν δὴ τὰ ὄντα ταῦτά ἐστιν, ἤτοι ξυλλήβδην ἢ καθ’ ἴν γέ τι αὐτῶν; καὶ πῶς, ἅ γέ ἐστι καὶ γεννητὰ καὶ παλινάγρετα‚ εἴ γε ἔστιν ὁρᾶν αὐτὰ ἐξ ἀλλήλων γινόμενα, καὶ ἐπαλλασσόμενα, καὶ μήτε στοιχεῖα ὑπάρχοντα μήτε συλλαβάς;

σῶμα μὲν ταυτὶ οὕτως οὐκ ἂν εἴη τὸ ὄν. ἀλλ’ ἄρα ταυτὶ μὲν οὒ, ἡ δ’ ὕλη δύναται εἶναι ὄν· ἀλλὰ καὶ αὐτὴ παν- τὸς μᾶλλον ἀδύνατον, ἀρρωστίᾳ τοῦ μ·ένειν. ποταμὸς γὰρ ἡ ὕλη ῥοώδης καὶ ὀξύρροπος‚ βάθος καὶ πλάτος καὶ μῆκος ἀόριστος καὶ ἀνήνυτος.”

Καὶ μετὰ βραχέα ἐπιλέγει

Ὡστε καλῶς ὁ λόγος εἴρηκε, φὰς‚ εἰ ἔστιν ἄπει- ρος ἡ ὕλη‚ ἀόριστον εἶναι αὐτήν· εἰ δὲ ἀόριστος, ἄλογος· εἰ δὲ ἄλογος‚ ἄγνωστος. ἄγνωστον δέ γε οὖσαν αὐτὴν ἀναγκαῖον εἶναι ἄτακτον· ὡς τεταγμένα γνωσθῆναι πάνυ δήπουθεν ἂν εἴη ῥᾴδια· τὸ δὲ ἄτα- κτον οὐχ ἔστηκεν· ὅ τι δὲ μὴ ἕστηκεν οὐκ ἂν εἴη ὄν.

τοῦτο δὲ ἦν ὅπερ ἡμῖν αὐτοῖς ὡμολογησάμεθα ἐν τοῖς ἔμπροσθεν, ταυτὶ πάντα συνενεχθῆναι τῷ ὄντι ἀθέμιστον εἷναι. δοξάτω μάλιστα μὲν πᾶσιν, εἰ δὲ

v.2.p.373
μὴ‚ ἀλλ’ ἐμοί. οὐκοῦν φημὶ τὴν ὕλην οὔτε αὐτὴν οὔτε τὰ σώματα εἶναι ὄν.

τί οὖν δή; ἠ ἔχομεν παρὰ ταῦτα ἄλλο τι ἐν τῇ φύσει τῇ τῶν ὅλων; ναί· τοῦτο οὐδὲν εἰπεῖν ποικίλον, εἰ τόδε πρῶτον μὲν ἐν ἡμῖν αὐτοῖς ἅμα πειραθείημεν διαλεγόμενοι.

ἐπεὶ δὲ τὰ σώματά ἐστι φύσει τεθνηκότα καὶ νεκρὰ καὶ πεφορημένα καὶ οὐδ’ ἐν ταὐτῷ μένοντα, ἆρ’ οὐχὶ τοῦ καθέξοντος αὐτοῖς δεῖ; παντὸς μᾶλλον.

εἰ μὴ τύχοι δὲ τούτου, ἄρα μείνειεν ἄν; παντὸς ἧττον. τί οὑν ἐστι τὸ κατασχῆσον; εἰ μὲν δὴ καὶ τοῦτο εἴη σῶμα, Δῖός σωτῆρος δοκεῖ ἂν ἐμοὶ δεηθῆναι αὐτὸ παραλυόμενον καὶ σκιδνάμενον.

εἰ μέντοι χρὴ αὐτὸ ἀπηλλάχθαι τῆς τῶν σωμάτων πάθης, ἵνα κἀκείνοις κεκυημένοις τὴν φθορὰν ἀμύνειν δύνηται καὶ κατέχῃ‚ ἐμοὶ μὲν οὐ δοκεῖ ἄλλο τι εἶναι ἢ μόνον γε τὸ ἀσώματον· αὕτη γὰρ δὴ φύσεων πασῶν μόνη ἕστηκε‚ καὶ ἔστιν ἀραρυῖα καὶ οὐδὲν σωματική. οὔτε γοῦν γίνεται οὔτε αὔξεται οὔτε κίνησιν κινεῖται ἄλλην οὐδεμίαν‚ καὶ διὰ ταῦτα καλῶς δίκαιον ἐφάνη πρεσβεῦσαι τὸ ἀσώματον.”