Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὃν γὰρ τρόπον πόλις λέγεται διχῶς, τό τε οἰκητήριον καὶ τὸ ἐκ τῶν ἐνοικούντων σὺν τοῖς

v.2.p.371
πολίταις σύστημα, οὕτω καὶ ὁ κόσμος οἱονεὶ πόλις ἐστὶν ἐκ θεῶν καὶ ἀνθρώπων συνεστῶσα, τῶν μὲν θεῶν τὴν ἡγεμονίαν ἐχόντων‚ τῶν δὲ ἀνθρώπων ὑποτεταγμένων.

κοινωνίαν δ’ ὑπάρχειν πρὸς ἀλλήλους, διὰ τὸ λόγου μετέχειν, ὅς ἐστι φύσει νόμος· τὰ δ’ ἄλλα πάντα γεγονέναι τούτων ἕνεκα. οἷς ἀκολούθως νομιστέον προνοεῖν τῶν ἀνθρώπων τὸν τὰ ὅλα διοικοῦντα θεὸν‚ εὐεργετικὸν ὄντα καὶ χρηστὸν καὶ φιλάνθρωπον‚ δίκαιόν τε καὶ πάσας ἔχοντα τὰς ἀρετάς.

διὸ δὴ καὶ Ζεὺς λέγεται ὁ κόσμος, ἐπειδὴ τοῦ ζῆν αἴτιος ἡμῖν ἐστί. καθ’ ὅσον δὲ εἰρομένῳ λόγῳ πάντα διοικεῖ ἀπαραβάτως ἐξ ἀιδίου προσονομαζεσθαι εἱμαρμένην· Ἀδράστειαν δὲ, ὅτι οὐδὲν ἔστιν αὐτὸν ἀποδιδράσκειν· Πρόνοιαν δ’, ὅτι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα.

ἡγεμονικὸν δὲ τοῦ κόσμου Κλεάνθει μὲν ἤρεσε τὸν ἥλιον εἶναι, διὰ τὸ μέγιστον τῶν ἄστρων ὑπάρχειν, καὶ πλεῖστα συμ- βάλλεσθαι πρὸς τὴν τῶν ὅλων διοίκησιν, ἡμέραν καὶ ἐνιαυτὸν ποιοῦντα καὶ τὰς ἄλλας ὥρας.

τισὶ δὲ τῶν ἀπὸ τῆς αἱρέσεως ἔδοξε γῆν τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου. Χρυσίππῳ δὲ τὸν αἰθέρα τὸν καθαρώτατον καὶ εἰλικρινέστατον‚ ἅτε πάντων εὐκινητότατον ὄντα, καὶ τὴν ὅλην περιάγοντα τοῦ κόσμου φοράν.”

Ταῦτα μὲν οὖν ἀπὸ τῆς Ἐπιτομῆς Ἀρείου Διδύμου προκείσθω· πρὸς δὲ τὴν περὶ θεοῦ τῶν Στωϊκῶν δόξαν ἀπαρκεῖ παραθέσθαι τὰς Πορφυρίου λέξεις ἐν τοῖς πρὸς Βόηθον ἀντιγραφεῖσιν αὐτῷ Περὶ ψυχῆς τοῦτον ἐχούσας ’τον τρόπον

“Τὸν δὲ θεὸν οὐκ ὀκνοῦσι πῦρ νοερὸν εἰπόντες ἀίδιον καταλείπειν‚ καὶ φθείρειν μὲν πάντα λέγειν καὶ ἐπινέμεσθαι‚ ὡς τοιοῦτον ὂν πῦρ οἷον τὸ ἡμῖν συνεγνωσμένον‚ ἀντιλέγειν τε Ἀριστοτέλει,

v.2.p.372
παραιτουμένῳ τὸν αἰθέρα ἐκ πυρὸς λέγειν τοιούτου.

ἀπαιτούμενοι δὲ πῶς τὸ τοιοῦτον ἐπιδιαμένει πῦρ ἀλλοῖον μὲν πῦρ οὐ λέγουσιν εἷναι, τὸ τοιοῦτον δ’ εἰπόντες καὶ πιστεύειν αὐτοῖς εἰποῦσιν ἀξιώσαντες, τῇ ἀλόγῳ ταύτῃ πίστει ἐπισυνάπτουσιν ὅτι καὶ ἀίδιόν ἐστι πῦρ, ἐκ μέρους καὶ τὸ αἰθέριον σβέννυσθαι καὶ ἀνάπτεσθαι τιθέντες. ἀλλὰ τὴν τούτων πρὸς μὲν τὰ αὑτόν ἀβλεψίαν, πρὸς δὲ τὰ τῶν παλαιῶν ῥᾳθυμίαν τε καὶ καταφρόνησιν, τί ἄν τις ἐπιὼν ἐπὶ πλέον μη- κύνοι;"