Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Tί ἂν οὖν εἴη, ὖ αύκων, μάθημα ψυχῆς ὁλκὸν ἀπὸ τοῦ γιγνομένου ἐπὶ τὸ ὄν; τόδε δ’ ἐννοῶ λέγων ἅμα· οὐκ ἀθλητὰς μέντοι πολέμου ἔφαμεν τούτους ἀναγκαῖον εἷναι νέους ὄντας; Ἔφαμεν γάρ. Δεῖ ἄρα καὶ τοῦτο προσέχειν τὸ μάθημα ὃ ζητοῦμεν πρὸς ἐκείνῳ. Τὸ ποῖον; Μὴ ἄχρηστον πολεμικοῖς ἀνδράσιν εἶναι.

Δεῖ μέντοι, ἔφη, εἴπερ οἶόν τε. Γυμναστικῇ πη καὶ μουσικῇ ἔν γε τῷ πρόσθεν ἐπαιδεύοντο ἡμῖν. Ἠν ταῦτα, ἔφη. Καὶ γυμναστικὴ μέν που περὶ γιγνόμενον καὶ ἀπολλύμενον τετεύτακε· σώματος γὰρ αὔξης καὶ φθίσεως ἐπιστατεῖ. Φαίνεται. Τοῦτο μὲν δὴ οὐκ ἂν εἴη ὃ ζητοῦμεν μάθημα. Οὐ γάρ. Ἀλλ᾿ ἄρα μουσικὴ ὅσην τὸ πρότερον διήλθομεν;

Ἀλλ᾿ ἦν ἐκείνη γ’, ἔφη, ἀντίστροφος τῆς γυμναστικῆς, εἰ μέμνησαι, ἔθεσι παιδεύουσα τοὺς φύλακας, κατά τε ἁρμονίαν εὐαρμοστίαν τινὰ, οὐκ ἐπιστήμην, παραδιδοῦσα, καὶ κατὰ ῥυθμὸν εὐρυθμίαν, ἔν τε τοῖς λόγοις ἕτερα τούτων ἀδελφὰ ἔθη ἄττα ἔχουσα, καὶ ὅσοι μυθώδεις τῶν λόγων καὶ ὅσοι ἀληθινώτεροι ἦσαν· μάθημα δὲ πρὸς τοιοῦτόν τι ἄγον, οἶον σὺ νῦν ζητεῖς, οὐδὲν ἦν ἐν αὐτῇ.

Ἀκριβέστατα, ἦν δ’ ἐγὼ, ἀναμιμνήσκεις με· τῷ γὰρ ὄντι τοιοῦτον οὐδὲν εἶχεν. Ἀλλ᾿ ὦ δαιμόνιε Γλαύκων, τί ἂν εἴη τοιοῦτον; αἵ τε γὰρ τέχναι βάναυσοί που ἅπασαι ἔδοξαν εἷναι. Πῶς δ’ οὔ;’

Εἶθ᾿ ἑξῆς προϊὼν ἐπιλέγει Μή ποτ’ αὐτῶν τι ἀτελὲς ἐπιχειρῶσιν ἡμῖν μανἐν [*](2 Πολιτείᾳ] 7. p. 521.) [*](30 Μή ποτ’ αὐτῶν —] ibid. p. 530.)

v.2.p.287
θανεῖν οὓς θρέψομεν, καὶ οὐκ ἐξῆκον ἐκεῖσε ἀεὶ οἶ πάντας δεῖ ἀνήκειν, οἷον ἄρτι περὶ τῆς ἀστρονομίας ἐλέγομεν. ἢ οὐκ οἶσθ’ ὅτι καὶ περὶ ἁρμονίας ἕτερον τοιοῦτον ποιοῦσι; τὰς γὰρ ἀκουομένας αὖ συμφωνίας καὶ φθόγγους ἀλλήλοις ἀναμετροῦντες ἀνήνυτα ὥσπερ οἱ ἀστρονόμοι ποιοῦσι.

Νὴ τοὺς θεοὺς, ἔφη, καὶ γελοίως γε, πυκνώματ’ ἄττα ὀνομάζοντες καὶ παραβάλλοντες τὰ ὦτα, οἷον ἐκ γειτόνων φωνὴν θηρευόμενοι, οἱ μέν φασιν ἔτι κατακούειν ἐν μέσῳ τινὰ ἠχὴν καὶ σμικρότατον εἶναι τοῦτο διάστημα ᾧ μετρητέον, οἶ δ’ ἀμφισβητοῦντες ὡς ὅμοιον ἤδη φθεγγομένων, ἀμφότεροι ὦτα τοῦ νοῦ προστησάμενοι.

Σὺ μὲν, ἦν δ’ ἐγὼ, τοὺς χρηστοὺς λέγεις τοὺς ταῖς χορδαῖς πράγματα παρέχοντας καὶ βασανίζοντας, ἐπὶ τῶν κολλόπων στρεβλοῦντας. ἵνα δὲ μὴ μακροτέρα ἡ εἰκὼν γίγνηται, πλήκτρῳ τε πληγῶν γιγνομένων καὶ κατηγορίας πέρι καὶ ἐξαρνήσεως καὶ ἀλαζονείας χορδῶν, παύομαι τῆς εἰκόνος, καὶ οὔ φημι τούτους λέγειν, ἀλλ’ ἐκείνους οὓς ἔφαμεν νῦν δὴ περὶ ἁρμονίας εἰρῆσθαι.

ταὐτὸν γὰρ ποιοῦσι τοῖς ἐν τῇ ἀστρονομίᾳ. τοὺς γὰρ ἐν ταύταις ταῖς συμφωνίαις ταῖς ἀκουομέναις ἀριθμοὺς ζητοῦσιν, ἀλλ’ οὐκ εἰς προβλήματα ἀνίασιν, ἐπισκοπεῖν τίνες ξύμφωνοι ἀριθμοὶ καὶ τίνες οὒ, καὶ διὰ τί ἑκάτεροι.

Ἀλλὰ γὰρ καὶ ταῦθ’ ἡμῖν πρὸ ὁδοῦ κείσθω, ἀπολογουμένοις ὅτι μὴ δίχα διανοίας ὀρθῆς καὶ τῆς τῶν τοιῶνδε ἀχρηστομαθείας ὠλιγωρήσαμεν. σκεψώμεθα δῆτα λοιπὸν ἤδη ἄνωθεν ἀρξάμενοι τὰς τῶν εἰρημένων φυσικῶν φιλοσόφων δογματικὰς πρὸς ἀλλήλους ἀντιδοξίας, γράφει δὴ ἀθρόως ἀπάντων τῶν Πλατωνικῶν ὁμοῦ καὶ Πυθαγορείων τῶν τε ἔτι πρεσβυτέρων φυσικῶν φιλοσόφων ἐπικεκλημένων καὶ αὖ

v.2.p.288
πάλιν τῶν νεωτέρων Περιπατητικῶν τε καὶ Στωϊκῶν καὶ Ἐπικουρείων τὰς δόξας συναγαγὼν ὁ Πλούταρχος ἐν οἶς ἐπέγραψε “Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων,” ἐξ ὦν παραθήσομαι ταύτα