Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὁ δὲ μυρίους μὲν

v.2.p.283
Ἕλληνας, μυρία δὲ καὶ βαρβάρων γένη, τοὺς μὲν σὺν τοῖς εἰρημένοις μαθήμασιν οὔτε θεὸν οὔτε σώφρονα βίον οὔθ᾿ ὅλως τι τῶν βελτίστων καὶ συμφερόντων ἐπιγνόντας ἀποδείξει , τοὺς δὲ τῶν μαθημάτων ἐκτὸς πάντων εὐσεβεστάτους καὶ φιλοσοφωτάτους γεγονέναι. ὁ γοῦν παρὰ πᾶσιν αὐτοῖς ᾀδόμενος Σωκράτης ὅπως ποτὲ ἐδόξαζε περὶ τῶνδε μάθοις ἂν Ξενοφῶντι πιστεύσας ἐν Ἀπομνημονεύμασιν ὧδέ πη ἱστοροῦντι

“Ἐδίδασκε δὲ καὶ μέχρις ὅτου δέοι ἔμπειρον εἷναι ἑκάστου πράγματος τὸν ὀρθῶς πεπαιδευμένον. αὐτίκα γεωμετρίαν μέχρι μὲν τούτου ἔφη δεῖν μανθάνειν , ἕως ἱκανός τις γένοιτο, εἴ ποτε δεήσειε, γῆν μέτρῳ ὀρθῶς ἢ παραλαβεῖν ἢ παραδοῦναι ἢ διανεῖμαι, ἢ ἔργον ἀποδεῖξαι. οὕτω δὲ τοῦτο ῥᾴδιον εἶναι μαθεῖν, ὥστε τὸν προσέχοντα τὸν νοῦν τῇ μετρήσει ἅμα τήν τε γῆν ὁπόση ἐστὶν εἰδέναι , καὶ ὡς μετρεῖται ἐπιστάμενον ἀπιέναι.

τὸ δὲ μέχρι τῶν δυσξυνέτων διαγραμμάτων γεωμετρίαν μανθάνειν ἀπεδοκίμαζεν· ὅ τι μὲν γὰρ ὠφελοίη ταῦτα οὐκ ἔφη ὁρᾶν· καίτοι οὐκ ἄπειρός γε αὐτῶν ἠν. ἔφη δὲ ἱκανὰ αὐτὰ εἶναι ἀνθρώπου βίον κατατρίβειν καὶ ἄλλων πολλῶν τε καὶ ὠφελίμων μαθημάτων ἀποκωλύειν.

ἐκέλευε δὲ καὶ ἀστρονομίας ἐμπείρους γίγνεσθαι, καὶ ταύτης μέντοι μέχρι τοῦ νυκτός τε ὥραν καὶ μηνὸς καὶ ἐνιαυτοῦ δύνασθαι γινώσκειν, ἕνεκα τοῦ πορείας τε καὶ πλοῦ καὶ φυλακῆς , καὶ ὅσα ἄλλα ἢ νυκτὸς ἢ μηνὸς ἢ ἐνιαυτοῦ πράττεται, πρὸς ταῦτ᾿ ἔχειν τεκμηρίοις χρῆσθαι, τὰς ὥρας τῶν εἰρημένων διαγινώσκοντα. καὶ ταῦτα δέ ῥᾴδια μαθεῖν παρά τε νυκτο- [*](8 ἐν Ἀπομκημοι εύμασιν] 4, 7, 2.)

v.2.p.284
θηρῶν καὶ κυβερνητῶν καὶ ἄλλων πολλῶν, οἶς ἐπιμελὲς ταῦτα εἰδέναι.

τὸ δὲ μέχρι τούτου ἀστρονομίαν μανθάνειν, μέχρι τοῦ καὶ τὰ μὴ ἐν τῇ αὐτῇ περιφορᾷ ὄντα, καὶ τοὺς πλανήτας καὶ ἀσταθμήτους ἀστέρας γνῶναι, καὶ τὰς ἀποστάσεις αὐτῶν ἀπὸ τῆς γῆς, καὶ τὰς περιόδους, καὶ τὰς αἰτίας αὐτῶν ζητοῦντα κατατρίβεσθαι, ἰσχυρῶς ἀπέτρεπεν. ὠφέλειαν μὲν γὰρ οὐδεμίαν οὐδ’ ἐν τούτοις ἔφη ὁρᾶν· καίτοι οὐδὲ τούτων γε ἀνήκοος ἢν. ἔφη δὲ καὶ ταῦτα ἱκανὰ εἶναι κατατρίβειν ἀνθρώπου βίον καὶ πολλῶν καὶ ὠφελίμων ἀποκωλύειν.

ὅλως δὲ τῶν οὐρανίων ᾗ ἕκαστα ὁ θεὸς μηχανᾶται, φροντιστὴν γίγνεσθαι ἀπέτρεπεν· οὔτε γὰρ εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι οὔτε χαρίζεσθαι θεοῖς ἂν ἡγεῖτο τὸν ζητοῦντα, ἃ ἐκεῖνοι σαφηνίσαι οὐκ ἐβουλήθησαν. κινδυνεῦσαι δ’ ἂν ἔφη καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν, ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι.

ἐκεῖνος γὰρ λέγων μὲν τὸ αὐτὸ εἶναι πῦρ τε καὶ ἥλιον ἠγνόει ὅτι τὸ μὲν πῦρ οἶ ἄνθρωποι ῥᾳδίως καθορῶσιν, εἰς δὲ τὸν ἥλιον οὐ δύνανται ἀντιβλέπειν· καὶ ὑπὸ μὲν τοῦ ἡλίου καταλαμπόμενοι τὰ χρώματα μελάντερα ἔχουσιν, ὑπὸ δὲ τοῦ πυρὸς οὔ. ἠγνόει δὲ καὶ ὅτι τῶν ἐκ τῆς γῆς φυομένων ἄνευ μὲν ἡλίου αὐγῆς οὐδὲν δύναται καλῶς αὔξεσθαι, ὑπὸ δὲ τοῦ πυρὸς θερμαινόμενα πάντα ἀπόλλυται· φάσκων δὲ τὸν ἥλιον λίθον διάπυρον εἶναι καὶ τοῦτο ἠγνόει ὅτι λίθος μὲν ἐν πυρὶ ὢν οὔτε λάμπει οὔτε πολὺν χρόνον ἀντέχει, ὁ δὲ ἥλιος πάντα τὸν χρόνον πάντων λαμπρότατος ὢν διαμένει.

ἐκέλευε δὲ καὶ λογισμοὺς μανθάνειν, καὶ τούτων δὲ ὁμοίως τοῖς ἄλλοις ἐκέλευε φυλάττεσθαι τὴν μάταιον πραγματείαν

v.2.p.285
μέχρι δὲ τοῦ ὠφελίμου πάντα καὶ αὐτὸς συνεσκόπει καὶ συνδιεξῄει τοῖς συνοῦσι.”

Ταῦτα Ξενοφῶν ἐν Ἀπομνηυμονεύμασιν. ἐν ἐπιστολῇ δὲ ὁ αὐτὸς τῇ πρὸς Αἰσχίνην περὶ Πλάτωνος καὶ τῶν αὐχούντων τὴν τοῦ παντὸς φισιολογίαν τοιαυτα γράφει

“Ὅτι μὲν γὰρ τὰ θεῖα ὑπὲρ ἡμὰς παντὶ δῆλον· ἀπόχρη δὲ τῷ κρείττονι τῆς δυνάμεως αὐτοὺς σέβειν· οἷοι δέ εἰσιν οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ζητεῖν θεμιτόν. οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλοις εἰδέναι πλέον ὑπηρεσίας προσήκει. καὶ τὸ μέγιστον, ὅσῳ χρὴ ἄγασθαι τἀνθρώπινα διαπονουμένων, τοσῷδε τοῖς δόξης ἐκ πολλῶν ἀκαίρων καὶ κενῶν γλιχομένοις ἄχθος φέρει. πότε γὰρ, ὠ Αἰσχίνη, Σωκράτους ἀκήκοε τις οὐρανίων πέρι λέγοντος; ἢ γραμμὰς εἰς ἐπανόρθωσιν παραινοῦντος μανθάνειν; μουσικὴν μὲν γὰρ ἴσμεν αὐτὸν μέχρι ὤτων συνιέντα· διετέλει δὲ ἑκάστοτε αὐτοῖς λέγων τί καλὸν καὶ τί ἀνδρεία δικαιοσύνη τε καὶ ἄλλαι ἀρεταί. ἀνθρώπινα γοῦν αὐτὰ ἀγαθὰ ἐκάλει, τὰ δ’ ἄλλα, ἢ ἀδύνατον ἀνθρώποις ἁλῶναι ἔφασκεν, ἢ μύθων εἶναι συγγενῆ, μετ’ ὀφρύος σοφιστῶν παίγνια διεξιόντων. καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐχὶ δὲ ἔπραττε. γράφειν δὲ τὰ πραχθέντα εἰδότι σοι, καίπερ οὐκ ἀηδὲς ἐσόμενον, χρόνον ἔχει, ἀνέγραψά τε ἄλλοθι. παυσάσθωσαν οὖν ἐλεγχόμενοι, ἢ πρὸς τὸ εἰκὸς ἴτωσαν, οἶς Σωκράτης οὐκ ἤρεσεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύρησεν, οἱ δὲ κτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὗρον. τὸ δὲ καλὸν ἄρα, Αἰγύπτου ἠράσθησαν καὶ τῆς Πυθαγόρα τερατώδους σοφίας, ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει ἤλεγξεν ἔρως τυραννίδος, καὶ ἀντὶ διαίτης λιτῆς Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα.”

v.2.p.286

Ταῦτα Ξενοφῶν τὸν Πλάτωνα αἰνιττόμενος. ὁ δέ γε Πλάτων’ ἐν Πολιτείᾳ περὶ γυμναστικῆς καὶ μουσικῆς τάδ’ ἱστορεῖ φάναι τὸν Σωκράτην