Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Περὶ δὲ τῆς κατὰ Πλάτωνα ψυχῆς, ἥν φησιν ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας συστῆναι ὑπὸ τοῦ θεοῦ, ὡς ἐκ λευκοῦ καὶ μέλανος τῶν μέσων τι χρωμάτων, ἐκεῖνα ἔχομεν εἰπεῖν, ὅτι ἀνάγκη χρόνῳ

v.2.p.235
διαστάσεως αὐτῶν γιγνομένης ἀφανισθῆναι αὐτὴν, ὡς τὴν τοῦ μέσου χρώματος σύστασιν, ἐπὶ τὰ οἰκεία ἑκάστου ἐξ ὧν συνέστη ἐν χρόνῳ φύσει χωριζομένου. εἰ δὲ τοῦτο, φθαρτὴν ἀποφανοῦμεν , ἀλλ’ οὐκ ἀθάνατον τὴν ψυχήν.

εἰ γὰρ τοῦτο ὁμολογεῖται, μηδὲν τῶν ἐν τῇ φύσει ὄντων ἄνευ τοῦ ἐναντίου εἶναι, τά τε ἐν τῷ κόσμῳ ἐκ τῆς τῶν ἐναντίων φύσεως ὑπὸ τοῦ θεοῦ κεκοσμῆσθαι, φιλίαν αὐτοῖς καὶ κοινωνίαν ἐμποιήσαντος αὐτοῦ , οἶον τῷ ξηρῷ πρὸς τὸ ὑγρὸν, καὶ τῷ θερμῷ πρὸς τὸ ψυχρὸν , τῷ τε βαρεῖ πρὸς τὸ κοῦφον, λευκῷ τε πρὸς τὸ μέλαν, γλυκεῖ τε πρὸς τὸ πικρὸν, σκληρῷ τε πρὸς τὸ μαλακὸν , καὶ πᾶσι τοῖς τοιούτοις μίαν ἄλλην πάντων κοινωνίαν , τῇ τε ἀπαθεῖ οὐσίᾳ πρὸς τὴν παθητὴν , τὰ δὲ κραθέντα καὶ μιχθέντα χωρισμὸν τὸν ἀπ’ ἀλλήλων ἐν χρόνῳ φύσει ἐπιδέχεται, ἡ δὲ ψυχὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας γεγονέναι ὑποκείσεται, ἀνάγκη ὡς τὸ μέσον χρῶμα οὕτω καὶ ταύτην ἐν χρόνῳ φύσει ἀφανισθῆναι, τῶν ἐν τῇ συστάσει αὐτῆς ἐναντίων ἐπὶ τὴν οἰκείαν φύσιν ἐπειγομένων.

ἡ γὰρ οὐχ ὁρῶμεν καὶ τὸ φύσει βαρὺ , κἂν ὑφ’ ἥμων ἤ τινος ἔξωθεν φυσικῆς προσγενομένης αὐτῷ κουφότητος ἄνω φέρηται, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὴν οἰκείαν φύσιν κάτω βιάζεται; ὁμοίως δὲ καὶ τὸ φύσει κοῦφον κατὰ τὰς ὁμοίας ἕξωθεν αἰτίας κάτω φερόμενον, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὰ ἄνω βιάζεται; τὰ γὰρ ἐκ δύο τινῶν ἀλλήλοις ἐναντίων εἰς ταὐτὸν συναχθέντα ἀδύνατον ἐν τῷ αὐτῷ ἀεὶ εἶναι, μὴ τρίτου τινὸς τῆς τῶν ὄντων οὐσίας ἀεὶ ἐνόντος αὐτοῖς.

ἀλλὰ γὰρ οὐκ ἔστι ψυχὴ τρίτον τι πρᾶγμα ἐκ δύο ἐναντίων ἀλλήλοις σύνθετον, ἁπλοῦν δὲ καὶ τῇ αὐτῇ φύσει ἀπαθὲς καὶ ἀσώματον· ὅθεν Πλάτων’ καὶ οἱ μετ’ αὐτοῦ ἀθάνατον αὐτὴν ἔφασαν

v.2.p.236
εἶναι.

ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος κοινός ἐστι πάντων λόγος γεγονέναι, τὰ δ᾿ ἐν ἡμῖν ἄνευ σώματος ἑκουσίως καὶ ἀκουσίως γιγνόμενα πάθη τῆς ψυχῆς εἶναι λέγεται, οἶ μὲν πολλοὶ τούτῳ τεκμαιρόμενοι παθητὴν εἶναι τὴν οὐσίαν αὐτῆς, θνητὴν αὐτὴν εἶναι λέγουσι καὶ σωματοειδῆ, ἀλλ᾿ οὐκ ἀσώματον.

ὁ δὲ Πλάτων᾿ τῷ φύσει αὐτῆς ἀπαθεῖ προσηναγκάσθη τὴν παθητὴν οὐσίαν προσυφᾶναι. ὅτι δὲ μηδετέρως ἔχει , ἐξ ὧν ἑκάτεροι εἰρήκασι, Πλάτων τε καὶ οἶ ἄλλοι, πειρασόμεθα τῷ λόγῳ, τὰς ἐν ἡμῖν ἐνεργούσας δυνάμεις παραθέντες, προσβιβάσαι.”

Ταῦτά μοι ἀπὸ τῶν Σεβήρου τοῦ Πλατωνικοῦ Περὶ ψυχῆς προκείσθω. σκέψαι δὲ πρὸς τοῖς εἰρημένοις καὶ τόδε περὶ τῆς οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φωστήρων ἀρχῆς.