Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοσαῦτα περὶ ψυχῆς ὁ Πλάτων’ εἰπὼν δῆλός ἐστιν Αἰγυπτιάζων τῷ δόγματι· οὐ γὰρ Ἑβραίων ὁ λόγος, ὅτι μηδὲ ἀληθείᾳ φίλος. τοῦτο δ’ οὐ καιρὸς ἀπελέγχειν, ὅτι μηδ’ αὐτὸς δι’ ἀποδείξεων· ἐνεχείρησε τῷ προβλήματι. τοσοῦτον δ’ εὐλόγως τις ἂν ἐπισημήναιτο, ὡς οὐκ ἦν σύμφωνα τὸν αὐτὸν λέγειν ἅμα τῇ τελευτῇ τὰς ψυχὰς τῶν ἀσεβῶν ἐνθένδε ἀπαλλαττομένας δίκας εἰς Ἅιδου ὧν ἔδρασαν διδόναι κἀκεῖσε τιμωρεῖσθαι εἰς ἄπειρον, καὶ πάλιν φάσκειν αὐτὰς τοὺς ἐνταῦθα βίους κατὰ γνώμην οἰκείαν αἱρεῖσθαι.

ἐνδεῖσθαι γὰρ αὐτὰς εἰς σῶμά φησιν ἐπιθυμίᾳ τοῦ σωματοειδοῦς· καὶ τὰς μὲν ὕβρει καὶ γαστριμαργίᾳ ἐντραφείσας ὄνους γίνεσθαι, θηρίων τε ἄλλων ὑποδύνειν σώματα, κατὰ γνώμην, ἀλλ’ οὐ κατὰ δίκην ταῦτα αἱρουμένας· τοὺς δὲ ἀδίκους καὶ ἅρπαγας λύκους καὶ ἰκτῖνας γίγνεσθαι, ἐθελοντὰς ἐπὶ τοῦτ’ ἐλθόντας. εἶτα Ὀρφέως μὲν ψυχὴν κύκνον εἶναι

v.2.p.233
θελῆσαι· Θαμύρου δὲ ἀηδόνος , Θερσίτην δὲ πιθήκου βίον ἑλέσθαι.

ποῦ δ’ ἂν εἴη τὰ τῆς μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν κρίσεως , ἣν ἐν μὲν τῷ περὶ ψυχῆς ὑπογράφων φησὶν, ὡς

“Ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει , . . . καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν , ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος. οἳ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμονς πολλοὺς ἐξειργασμένοι, ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα , τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔ ποτε ἐκβαίνουσι.”

Καὶ τὰ μὲν περὶ τῶν ἀσεβῶν ὧδέ πη διῆλθε. περὶ δὲ τῶν εὐσεβῶν ἐπάκουσον ὥς φησι

“Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον, καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι.”

Καὶ ἐν τῷ Γοργίᾳ δὲ πρόσχες τί καί φησι

Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ [*](5 Ἐπειδὰν —] Plato Phaed. p. 113.) [*](27 Τὸν μὲν δικαίως —] Plato Gorg. p. 523. 525.)

v.2.p.234
ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεως τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι... οἱ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται, καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ Ἅιδουἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα.”

Ταῦτα πῶς ἂν δύναιτο συνᾴδειν τοῖς περὶ ἀμοιβῆς σωμάτων, ἃ τὴν ψυχὴν μετιοῦσαν αἱρεῖσθαι φάσκουσι, λόγοις; πῶς γὰρ ἂν ἡ αὐτὴ τιμωρίας καὶ δεσμωτήρια καὶ τοσαύτην δίκην εἰς τὸν ἀεὶ χρόνον μετὰ τὴν ἐνθένδε τελευτὴν ὑφέξει, καὶ πάλιν οἵα τις ἀνειμένη καὶ δεσμῶν ἐλευθέρα βίους ἕλοιτ’ ἂν οὓς ἂν ἐθέλῃ 5 εἰ δὲ τὰ καθ’ ἡδονὴν μέλλοι πάλιν αἱρεῖσθαι, καὶ ποῦ τὸ τῆς τίσεως τε καὶ δίκης δεσμωτήριον; ριον ; μυρία δ’ ἂν καὶ ἄλλα τις ἐπὶ σχολῆς ἐπιλάβοιτ’ ἂν τοῦ λόγου, ὧν οὐ καιρὸς τὴν διάνοιαν μηκύνειν.

καὶ τὸ μὲν πρῶτον ὀλίσθημα τῆς τοῦ Πλάτωνος περὶ τῶνδε δόξης ταύτῃ πη πέφανται· τὸ δ’ ἕτερον τῆς τοῦ δόγματος διασκευῆς, δι’ οὗ τὸ μέν τι θεῖον καὶ λογικὸν εἶναι τῆς ψυχῆς , τὸ δέ τι μέρος αὐτῆς ἄλογον καὶ παθητικὸν τυγχάνειν ὡρίσατο, καὶ πρὸς τῶν αὐτοῦ γνωρίμων κατέγνωσται, ὡς μαθεῖν ἔνεστιν ἀπὸ τῶν τοιῶνδε λόγων