Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν

  • ὁρᾷς φησὶ) τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα
  • καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις;
  • τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
  • [*](7 ἐν Σοφιστῇ Πλάτων’] p. 237.)
    v.2.p.212
    ἔν τε τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τρα γῳδεῖ
  • σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ
  • ῥόμβῳ πάντων φύσιν ἐμπλέξανθ᾿
  • ὃν πέρι μὲν φῶς, περὶ δ᾿ ὀρφναία
  • νὺξ αἰολόχρως, ἄκριτός τ᾿ ἄστρων
  • ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει.
  • ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκε, τὰ δ᾿ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησὶ
  • Ζεύς ἐστιν αἰθὴρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ᾿ οὐρανὸς,
  • Ζεύς τοι τὰ πάντα, χὤτι τῶνδ᾿ ὑπέρτερον.
  • οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι “ἕν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει, καὶ ἐθέλει Ζηνὸς οὔνομα.” καὶ πάλιν “νόμος καὶ βουλῇ πείθεσθαι ἐνός.” κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς “ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω” εὕροις ἂν ὧδε ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου “ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσι μαρτυρεῖ παρεόντας ἀπεῖναι.” ἀλλ᾿ ἄντικρυς μίαν ἀρχὴν καὶ παρ᾿ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τί- μαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει “μία ἀρχὰ πάντων ἐστὶν ἀγένητος· εἰ γὰρ ἐγένετο , οὐκ ἂν ἦν ἔτι ἀρχὰ, ἀλλ᾿ ἐκείνα ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο.” ἐρρύη γὰρ ἐκεῖθεν ἡ δόξα ἡ ἀληθινὴ “ἄκουε (φησὶν) Ἰσραὴλ, κύριος ὁ θεός σου εἶς ἐστὶ, καὶ αὐτῷ μόνῳ λατρεύσεις.”

  • οὕτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει,
  • ὥς φησιν ἡ Σίβυλλα.

    Ξενοκράτης τε ὁ Καρχηδόνιος τὸν μὲν ὕπα-

    v.2.p.213
    ’τον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον, γινώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς· ὃν οὐδ’ οὕτως αἰδεῖται Ἐπίκουρος. φησὶ γοῦν
  • τίπτε με, Πηλέος υἱὲ, ποσὶν ταχέεσσι διώκεις,
  • αὐτὸς θνητὸς ἐὼν, θεὸν ἄμβροτον; οὐδέ νυ πώ με
  • ἔγνως ὡς θεός εἰμι.
  • οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ’ ὅλως τῷ σώματι δεδήλωκε. “τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;” φησὶν ἡ γραφή. “μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος, χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν;” καὶ τὰ ἐπὶ τούτοις.

    ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως

  • ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ·
  • ζῶμεν δ’ ἐν] ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σώζει βροτούς.
  • εἶτα διαρρήδην ἐπιφέρει
  • ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σώζει.
  • εἶτα εἰ
  • ἔστιν ἀνθρώπων λογισμὸς, ἔστι καὶ θεῖος λόγος.
  • ὁ λόγος ἀνθρώπῳ πέφυκε περὶ βίου καταστροφάς.
  • ὁ δέ γε τὰς τέχνας ἅπασι συνέπεται θεῖος λόγος,
  • ἐκδιδάσκων αὐτὸς αὐτὸς αὐτοὺς, ὅ τι ποιεῖν δεῖ συμφέρον.
  • οὐ γὰρ ἄνθρωπος τέχναν εὑρ᾿ , ὁ δὲ θεὸς ταύταν φέρει.
  • ὁ δέ γε τἀνθρώπου λόγος] πέφυκεν ἀπό γε τοῦ θείου λόγου.
  • ναὶ μὴν διὰ τοῦ Ἡσαΐου πνεύματος κεκραγότος τί μοι πλῆθος τόν θυσιῶν ὑμῶν; λέγει κύριος,

    v.2.p.214
    πλήρης εἰμὶ ὁλοκαυτωμάτων , καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι.” καὶ μετ᾿ ὀλίγα ἐπαγαγόντος “ λούσασθε, καθαροὶ γενέσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὐμῶν.” καὶ τὰ ἐπὶ τούτοις Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν
  • εἴ τις δὲ θυσίαν προσφέρων, ὢ Πάμφιλε,
  • ταύρων τι πλῆθος, ἢ ἐρίφων, ἢ νὴ Δία
  • ἑτέρων τοιούτων, ἢ κατασκευάσματα,
  • χρυσᾶς ποιήσας χλαμύδας, ἤτοι πορφυρᾶς,
  • ἢ δι᾿ ἐλέφαντος ἢ σμαράγδου ζῴδια,
  • εὔνουν νομίζει τὸν θεὸν καθεστάναι,
  • πεπλάνητ᾿ ἐκεῖνος καὶ φρένας κούφας ἔχει.
  • δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι,
  • μὴ παρθένους φθείροντα καὶ μοιχώμενον,
  • κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν.
  • μηδὲ βελόνης ἔναμμ᾿ ἐπιθυμῇς, Πάμφιλε·
  • ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
  • “θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν. ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις , καὶ οὐκ ὄψομαι αὐτόν;” διὰ Ἱερεμίου φησί. καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην “θύσατε θυσίαν δικαιοσύνης , καὶ ἐλπίσατε ἐπὶ κύριον” ὧδέ πως γράφει

  • μηδὲ βελόνης, ὦ φίλτατ᾿, ἐπιθυμήσῃς ἀλλοτρίας ποτέ.
  • ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις.
  • πονοῦντα δ᾿ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον,
  • τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν.
  • θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὢν,
  • καὶ λαμπρὸς ων ταῖς χλαμύσιν, ὡς τῇ καρδίᾳ.
  • βροντῆς ἐὰν ἀκούσῃς, μὴ φύγῃς,
  • μηδὲν συνειδὼς αὐτὸς αὑτῶ, δέσποτα.
  • ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
  • “ ἔτι σοῦ λαλοῦντος” φησὶν ἡ γραφὴ “ἐρῶ, ἰδοὺ

    v.2.p.215
    πάρειμι.” Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται
  • οἴει σὺ τοὺς θανόντας, ὢ Νικήρατε,
  • τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ
  • πεφευγέναι τὸ θεῖον ὡς λεληθότας;
  • ἐστιν δίκης ὀφθαλμὸς, ὃς τὰ πάνθ’ ὁρᾷ·
  • καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν,
  • μίαν δικαίων, ἑτέραν δ’ ἀσεβῶν εἶν’ ὅρον.
  • καὶ εἰ τοὺς δύο καλύψει ἡ γῇ φασὶ τῷ παντὶ χρόνῳ,
  • ἀπελθὼν κλέπτ’ , ἀποστέρει, κύκα·
  • μηδὲν πλανηθῇς. ἔστι κἀν Ἅιδου
  • ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης,
  • οὗ τοὔνομα φοβερὸν, οὐδ’ ἂν ὀνομάσαιμ’ ἐγώ.
  • ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον
  • δίδωσιν.
  • εἴ τις δὲ θνητῶν οἴεται τούφημέραν
  • κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
  • δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται,
  • ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη.
  • ὁρᾶθ’ ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν.
  • ἔστιν γὰρ, ἔστιν. εἰ δέ τις πράττει κακῶς,
  • κακὸς πεφυκὼς, τὸν χρόνον κερδαινέτω,
  • χρόνῳ γὰρ οὕτος ὕστερον δώσει δίκην.
  • συνᾴδει δὲ τούτοις καὶ ἡ τραγῳδία διὰ τῶνδε

  • ἔσται γὰρ, ἔσται κεῖνος αἰῶνος χρόνος,
  • ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ
  • χρυσωπὸς αἰθήρ. ἡ δὲ βοσκηθεῖσα φλὸξ
  • ἅπαντα τἀπίγεια καὶ μετάρσια
  • φλέξει μανεῖσα
  • καὶ μετ’ ὀλίγα αὖθις ἐπιφέρει
  • — — ἐπὰν ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν,
  • φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθὸς,
  • γῆ δὲ ἐράνων ἔρημος, οὐδὲ ἄρ ἔτι
  • πτερωτὰ φῦλα βλαστήσει πυρουμένη,
  • κἄπειτα σώσει πάνθ’ ἃ πρόσθ’ ἀπώλεσε.
  • v.2.p.216

    τὰ ὃμοια τούτοις κἀν τοῖς Ὀρφικοῖς εὑρήσομεν ὦδέ πως γεγραμμένα

  • πάντας γὰρ κρύψας αὖθις φάος ἐς πολυγηθὲς
  • ἐξ ίερᾶς κραδίας ἀνενέγκατο, μέρμερα ῤέζων.
  • ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν, οὐ χρόνῳ τινὶ εύδαιμονίαν ἒχοντες, ἀλλ’ ἐν αἰῶνι ἀναπαύσεσθαι δυνάμενοι,
  • ἀθανάτοις ἂλλοισιν ὁμέστιοι, αὐτοτράπεξοι
  • ἐόντες, ἀνδρείων ἀχαιῶν (685) ἀπόκληροι ἀτειρεῖς,
  • ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική. οὐχ οὒτω τις μέγας ἒσται καὶ καθ’ Ἒλληνας ὡς ὐπερέχειν τὴν δίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν.

    ὁ δ’ αὐτὸς Ὀρφεὺς καὶ ταῦτα λέγει

  • εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε,
  • ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ ἐπίβαινε
  • ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἂνακτα,
  • ἀθάνατον. αὖθις τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἲτε τὸν Ἁβραὰμ λέγων τοῦτον, εἲτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων,
  • εἱ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἂνωθεν
  • Χαλδαίων· ἲδρις γὰρ ἒην ἂστροιο πορείης,
  • καὶ σφαίρης κίνμ’ ἀμφὶ χθόνα ὡς περιτέλλει,
  • κυκλοτερές γ’ ἐν ἲσῳ, κατὰ δὲ σφέτεγρον κνώδακα·
  • πνεύματι δ’ ἡνιοχεῖ περί τ’ ἠέρα καὶ περὶ χεῦμα.
  • εἶτα, οἶον παραφράξων τὸ “ ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῇ ὑποπόδιον τῶν ποδῶν μου” ἐπιφέρει

  • αὐτὸς δ’ αὖ μέγαν αὖθις ἐπ’ πὐρανὸν ἐστήρικται,
  • χρυέῳ ἐνὶ θρόωῳ· γαίη δ’ ὑπὸ ποσςὶ βέβηκε.
  • χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν Ὡκεανοῖο
  • v.2.p.217
  • ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ,
  • οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἐστι δὲ πάντη
  • αὐτὸς ἐπουράνιος, καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ,
  • ἀρχὴν αὐτὸς ἔχων καὶ μέσον ἠδὲ τελευτήν.
  • ἄλλως οὐ θεμιτόν σε λέγειν· τρομέω δέ γε γυῖα
  • ἐν νόῳ. ἐξ ὑπάτου κραίνει,
  • καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκε πάντα ἐκεῖνα τὰ προφητικὰ “ὃς ἐὰν ἀνοίξῃ τὸν οὐρανὸν, τρόμος λήψεται· καὶ ἀπὸ σοῦ ὄρη τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός.” καὶ τὰ διὰ Ἠσαίου ‘τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ πάσαν τὴν γῆν δρακί;”

    Πάλιν ὅταν αἰθέρος ἠδ’ Ἀΐδου, πόντου, γαίης τε τύραννε,

  • ὃς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο,
  • δαίμονες ὃν φρίσσουσι, θεῶν δὲ δέδοικεν ὅμιλος,
  • ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι·
  • ἄφθιτε, μητροπάτωρ, οὑ θυμῷ πάντα δονεῖται,
  • ὃς κινεῖς ἀνέμους, νεφέλῃσί τε πάντα καλύπτεις,
  • πρηστῆρσι σχίζων πλατὺν αἰθέρα. σὴ μὲν ἐν ἄστροις
  • τάξις ἀναλλάκτοισιν ἐφημοσύναισι τρέχουσα·
  • σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι
  • ἄγγελοι, οἶσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται.
  • σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισι·
  • σὸς χειμὼν, ψυχραῖσιν ἐπερχόμενος νεφέλαισιν,
  • σάς ποτε βακχευτὰς Βρόμιος διένειμεν ὀπώρας.
  • εἶτα ἐπιφέρει, ῥητῶς παντοκράτορα ὀνομάζων τὸν θεὸν

  • ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν.
  • ἐλθὲ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ,
  • φρικτὸς, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ.
  • διὰ μὲν οὖν τοῦ μητροπάτωρ οὐ μόνον τὴν ἐκ μὴ ὄντων
  • γένεσιν ἐμήνυσεν, ἐνδέδωκε δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ σύζυγον νοῆσαι τοῖ
    v.2.p.218
    θεοῦ· παραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφὰς, τήν τε διὰ Ὠσηὲ ‟ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν·” καὶ τὴν διὰ Μώσεως “ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.”
  • αὐτὸς δ’ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει
  • καὶ πόλεμον κρυόεντα,
  • κατὰ τὸν Ὀρφέα.

    τοιαῦτα καὶ ὁ Πάριος Ἀρχίλοχος λέγει

  • ὢ Ζεῦ. σὸν μὲν οὐρανοῦ κράτος,
  • σὺ δ’ ἔργ’ ἐΚ ἀνθρώπους ὁρᾷς
  • λεωργά τε καὶ ἀθέμιστα.
  • πάλιν ἡμῖν ᾀσάτω ὁ Ὀρφεὺς Ὀρφεὺς
  • χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος Ὠκεανοῖο
  • πάντοθεν ἐκτέτακεν· γαίη δ’ ὑπὸ ποσσὶ βέβηκε.
  • ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπται ‟κύριος σώσει κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ 5 ὡς νοσσιὰν, κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι· αὐτοῦ” ὥς φησιν ‘Ιερεμίας “καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. ἔτι πρὸς τοῖσδε Φωκυλίδης μὲν τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τοὐτων παρίστησιν , ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς πα- ρειλήφαμεν,
  • ἀλλ’ ἄρα δαίμονές εἰσιν ἐπ’ ἀνδράσιν ἄλλοτε ἄλλοι,
  • οἱ μὲν ἐπερχομένου κακὸν ἀνέρος ἐκλύσασθαι.
  • καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρίαν ἐκκόπτει διὰ τούτων

  • οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη θεὸς,
  • v.2.p.219
  • οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται
  • ὡς ἔτυχ’ ἑκάστῳ, προσαγορεύεται τύχη.
  • Σοφοκλῆς δὲ ὁ τραγῳδοποιὸς
  • οὐδὲ θεοῖς λέγει) αὐθαίρετα πάντα πέλονται,
  • νόσφι Δῖός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν.
  • ὅ τε Ὀρφεὺς
  • ἱὲν κράτος, εἶς δαίμων γένετο, μέγας οὐρανὸς αἴθων,
  • ἐν δὲ τὰ πάντα τέτυκται , ἐν ᾧ τάδε πάντα κυκλεῖται,
  • πῦρ καὶ ὕδωρ καὶ γαῖα,
  • καὶ τὰ ἐπὶ τούτοις.

    Πίνδαρος δὲ ὁ μελοποιὸς οἶον ἐκβακχεύεται ἄντικρυς εἰπὼν

  • τί θεός ; ὅ τι τὸ πὰν
  • καὶ πάλιν
  • θεὸς ὁ πάντα τεύχων βροτοῖς.
  • ἐπὰν δὲ εἴπῃ
  • τί ἔλπεαι σοφίαν ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχειν;
  • τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον·
  • θνατᾶς δ’ ἀπὸ ματρὸς ἔφυ ,
  • ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν τίς ἔγνω νοῦν κυρίου ; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;

    ἀλλὰ καὶ Ἡσίοδος δι’ ὧν γράφει συνᾴδει τοῖς προειρημένοις ,

  • μάντις δ’ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων
  • ὅστις ἂν εἰδείη Ζῆνός νόον αἰγιόχοιο.
  • εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ ,
  • πάμπαν δ’ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι,
  • γράφει.

    Πάλιν τοῦ Μώσεως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος ποιητής τις οὐκ ἄσημος γράφει

    v.2.p.220
  • Οὐδέ ποτ᾿ ἦμαρ
  • Παύσονται καμάου καὶ ὀϊζύος, οὐδέ τι νύκτωρ
  • Στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.
  • ἓτι Ὃμηρος μὲν εἰπὼν

  • αὐτὸς δὲ χρύσεια παὴρ ἐπίταινε τάλαντα·
  • δίκαιον τὸν θεὸν μηνύει. Μένανδρος δὲ ὁ κωμικὸς ἀγαθὸν ἑρμηνεύων τὸν θεόν φησιν,
  • ἃπαντι δαίμων άνδρὶ συμπαρίσταται
  • εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου
  • ἀγαθός· κακὸν γὰρ δαίμον οὐ νομιστέον
  • εἶναι, βίον βλάπτοντα χρηστόν.
  • εἶται ἐπιφέρει
  • ἃπαντα δ᾿ ἀγαθὸν εἶναι τὸν θεόν·
  • ἢτοι πάντα θεὸν ἀγαθὸν λέγων, ἢ, ὃπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι.

    Πάλιν αὖ Λἰσχύλος μὲν ὁ τραγῳδοποιὸς τὴν Δύναμιν τοῦ θεοῦ παρατιθέμενος οὐκ ὀκνεῖ καὶ ὓψιστον Αὐτὸν προσαγορεύειν διὰ τούτων

  • χώριζε θνητῶν τὸν θεὸν, καὶ μὴ δόκει
  • ὃμοιον αὐῷ σάκινον καθεστάναι.
  • οὐκ οἶσθά γ᾿ αὐτόν. ποτὲ μὲν ὡς πῦρ φαίνεται,
  • ἂπλατος ὁρμῇ, ποτὲ δ᾿ ὓδωρ, ποτὲ γνόφος,
  • καὶ θηρςὶν αὐτὸς γίνεται παρεμφερὴς,
  • καὶ θηρςὶν αὐτὸς γίνεται παρεμφερὴς,
  • ἀνέμῳ, νεφέλῃ τε, κἀστραπῇ, βροντῇ, βροχῇ.
  • ὑπηρετεῖ δ᾿ αὐτῷ θάλασσα, καὶ πετραι,
  • καὶ πᾶσα πηγὴ, χὒδατος συστήματα·
  • τρέμει δ’ ὂρη καὶ γαῖα, καὶ πελώριος
  • βυθὸς θαλάσσης, καὶ ὀρέων ὓψος, [ἐπὶ] μέγα
  • ἐπὰν ἐπιβλέψῃ γοργὸν ὂμμα δεσπότου·
  • πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ.
  • ἆρ᾿ ού δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ “ἀπὸ παροςώπου κυρίου τρέμει ἡ γῆ;”

    v.2.p.221