Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ τῷ ἔστω τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ ἐκεῖνα ἀπεικαστέον ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀλήθειαν ἀφανίσαι οὐδαμῶς θέμις. τῷ τε περὶ τοῦ ὀμόσαι ἀπαγορεύσει συνᾴδει ἥδε ἡ ἐν τῇ δεκάτῳ τῶν Νόμων λέξις “ἔπαι- νός τε ὅρκος τε περὶ παντὸς ἀπἐστω.” καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων’ λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι τοῦ Μώσεως λέγοντος ‘εἶπε καὶ ἐγένετο, τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος.

ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήι·νον μὲν οἶ φιλόσοφοι παρ’ ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν, Ὅμηρος δὲ οὐκ ὀκνεῖ

  • ἐν κατάρας μέρει τίθεσθαι τὸ
  • ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, καθάπερ Ἠσαίας καὶ καταπατήσατε αὐτοὺς λέγων ‘ὡς πηλόν.

    Καλλίμαχος δὲ διαρρήδην γράφει

  • ἢν κεῖνος οὑνιαυτὸς, ᾧ ποτὲ πτηνὸν
  • καὶ τοὐν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως
  • ἐφθέγγεθ’, ὡς ὁ πηλὸς ὁ Προμηθέως.
  • πάλιν τε ὁ αὐτὸς ‘εἴ σε ἔφη ‘Προμηθεὺς ἔπλασε, καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας.’ Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει [*](11 Ἔπαινος -] Plato Leg. 11 p. 917 c.)
    v.2.p.203
  • Ἥφαιστον δὲ κέλευσε περικλυτὸν ὅττι τάχιστα
  • γαίαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν
  • καὶ νόον.
  • πῦρ μὲν οὖν τεχνικὸν, ὁδῶ βαδίζον εἰς γένεσιν, τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς. τί δέ; οὐχὶ καὶ Ὅμηρος παραφράζων χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρὰς ἐπὶ τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει

  • ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
  • εὐνῆς καὶ φιλότητος;
  • πάλιν τὸ δυνατὸν ἐν πάσι προσάπτουσι καὶ οἱ παρ’ Ἕλλησι λογιώτατοι τῷ θεῷ· ὁ μὲν᾿ Ἐπίχαρμος, Πυθαγόρειος δὲ ἣν, λέγων

  • οὐδὲν ἐκφεύγει τὸ θεῖον, τοῦτο γινώσκειν σε δεῖ·
  • αὐτός ἐστ’ ἀμῶν ἐπόπτης, ἀδυνατεῖ δ’ οὐδὲν θεός.
  • ὁ μελοποιὸς δὲ
  • θεῷ δυνατὸν ἐκ μελαίνας
  • νυκτὸς ἀμίαντον ὄρσαι φάος,
  • κελαινεφεῖ δὲ σκότει καλύψαι
  • καθαρὸν ἁμέρας σέλας.
  • ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος, φησὶ, θεὸς οὗτός ἐστιν.

    ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις ὁ Ἄρατος

  • Ἐκ Διὸς ἀρχώμεσθα
  • εἰπὼν
  • τὸν οὐδέποτ’ ἄνδρες ἐῶμεν
  • ἄρρητον· μεσταὶ δὲ Δῖός πᾶσαι μὲν ἀγυιαὶ,
  • πᾶσαι δ’ ἀνθρώπων ἀγοραὶ , μεστὴ δὲ θάλασσα,
  • καὶ λιμένες, πάντη δὲ Δῖός κεχρήμεθα πάντες,
  • v.2.p.204
    ἐπιφέρει
  • τοῦ γὰρ καὶ γένος ἐσμὲν,
  • οἷον δημιουργίᾳ,
  • . . .ο δ ηπιος ανθρωποισι
  • δεξιὰ σημαίνει·
  • αὐτὸς γὰρ τέ γε σήματ’ ἐν οὐρανῷ ἐστήριξεν,
  • ἄστρα διακρίνας· ἐσκέψατο δεῖς ἐνιαυτὸν
  • ἀστέρας, οἱ κε μάλιστα τετυγμένα σημαίνοιεν
  • ἀνδράσιν ὡράων, ὄφρ’ ἔμπεδα πάντα φύηται·
  • καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.
  • χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ’ ἀνθρώποισιν ὄνειαρ.
  • καὶ πρὸ τούτου δὲ Ὅμηρος ἐπὶ τῆς Ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωσέα,
  • ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανὸν, ἐν δὲ θάλασσαν,
  • φησὶν
  • ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται.
  • ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ τῶν καταλογάδην συγ- γραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει.

    Ἤδη δὲ, ὡς εἰπεῖν, ὑπ’ αὐγὰς ὁ Δημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, οὗ νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, πάντα Ζεὺς μυθεῖται , καὶ πάντα οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων. μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθαγόρειος ὢν,

  • ‘ὲν ἀνδρῶν, ‘ὲν θεῶν γένος,
  • ἐκ μιᾶς δὲ ματρὸς πνέομεν ἄμφω,
  • τῆς ὕλης παραδίδωσι, καὶ ἔνα τὸν τούτων δημιουργὸν, τὸν ἀριστοτέχναν πατέρα λέγει, τὸν καὶ τὰς προκοπὰς κατ’ ἀξίαν εἰς θειότητα παρεσχημένον.
    v.2.p.205

    σιωπῶ γὰρ Πλάτωνα, ἅ ἀντικρυς οὖτος ἐν τῇ πρὸς Ἐραστὸν καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα καὶ υἱὸν οὐκ οἶδ’ ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν ἐμφαίνων, παρακελευόμενος κατὰ λέξιν, ἐπομνύντας σπουδῇτε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ τὸν πάντων θεὸν αἴτιον, καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομηύντας, ὅν ἐὰν ὀρθῶς φιλοσοφῆτε, εἴσεσθε. ἥ τε ἐν Τιμαίῳ δημηγορία πατέρα λέγει τὸν δημιουργὸν, λέγουσα ὦδέπως ‘θεοὶ θεῶν, ὦν ἐγὼ πατῆρ δημιουργὸς τε ἔργων.’

    ὥστε καὶ ἐπὰν εἴπῃ ‘περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ, κἀκείνου ἕνεκα τὰ πάντα, κα’κεῖνο αἴτιον τῶν καλ[ν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα,’οὐκ ἄλλως ἔγωγε ἐξακούω ἤ τὴν ἀγίαν τριἀδα μηνύεσθαι. τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον πνεῦμα, τὸν υἱὸν δἒ δεύτερον, δι’ οὖ πάντα ἐγέντο κατὰ βούλησιν τοῦ πατρός.

    ὁ δὲ αὐτὸς ἐν τῷ δεκάτοῳ τῆς Πολιτεῖας Ἠρὸς τοῦ Αρμενίου, τὸ γένετο Παμφύλου, μέμνηται, ὅς ἐστι Ζωρόαστρις. αὐτὸς γούν ὁ Ζωρόαστρις γράφει ‘τάδε δυεέγραψε Ζωρόαστρις ὁ Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, ὅσα ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν.’τὸν δὴ Ζωρόαστριν τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγει. τάχα μὲν οὐ τὴν ἀνάστασιν, ἀλλ’ἐκεὶνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εὶς τὴν ἀνάληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεςίν φησι τὴν αὐτὴν γίνεσθαι κάθοδον. ταῦτα ὐποληπτέον καὶ τὰ τοῦ Ἡρακλέος ἆθλα λέγεσθαι ιβ΄, μεθ', ἄ τῆς ἀπαλλαγῆς [*](1 ἐν — ἐπιστολῇ] Epist. 2. p. 323.) [*](8 ἐν Τιμαίῳ] p. 41.) [*](17 ἐν τῶ δεκάτῳ τῆς Πολιτείας] p. 614.)

    v.2.p.206
    παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή. οὐ παρα- πέμπομαι καὶ τὸν Ἐμπεδοκλέα. ὁ φυσικὸς οὗτος τῆς τῶν πάντων ἀναλήψεως μέμνηται ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς.”

    “Σαφέστατα δ’ Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀίδιον εἶναι δο- κιμάσας, τὸν δέ τινα φθειρόμενον , τὸν κατὰ τὴν διακόσμησιν, εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως ἔχοντος. ἀλλ’ ὅτι μὲν ἀίδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἀιδίως ποιὸν κόσμον ἤδη, φανερὸν ποιεῖ λέγων οὕτως κόσμον τὸν αὐτὸν πάντων οὔτε τις θεῶν οὔτε ἀν- θρώπων ἐποίησεν, ἀλλ’ ἢν ἀεὶ καὶ ἔστι, καὶ ἔσται, πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα.’ ὅτι δὲ καὶ γεννητὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζε μηνύει τὰ ἐπιφερόμενα πυρὸς τροπαὶ, πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ , τὸ δὲ ἥμισυ πρηστήρ. δυνάμει γὰρ λέγει, ὅτι τὸ πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι’ ἀέρος τρέπεται εἰς ὑγρὸν, τὸ ὡς σπέρμα τῆς διακο- σμήσεως, ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίνεται νεται οὐρανὸς καὶ γῆ καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται σαφῶς διὰ τούτων δηλοῖ ‘θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι.’ ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά.”

    “ Παραπλήσια τούτῳ καὶ οἶ ἐλλογιμώτατοι τῶν Στωϊκῶν δογματίζουσι περί τε ἐκπυρώσεως ἕως διαλαμβάνοντες καὶ κόσμου διοικήσεως καὶ τοῦ ἰδίως ποιοῦ κόσμου τε καὶ ἀνθρώπου καὶ τῆς τῶν ἡμετέρων ψυχῶν ἐπιδιαμονῆς. πάλιν τε αὖ ὁ Πλάτων’ ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτεριἐν [*](30 τῷ ἐβδόμῳ τῆς Πολιτείας] p. 521.)

    v.2.p.207
    νῆν ἡμέραν κέκληκεν διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου· ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα ὁδὸν τῆς ψυχῆς κατὰ ταὐτὰ τῷ Ἡρακλείτῳ. καὶ μή τι τοῦτο ἐπὶ τοῦ σωτῆρος προεθέσπιζε τὸ πνεῦμα διὰ τοῦ Δαβὶδ λέγον ‘ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου·’ οὐ γὰρ τὴν ἀνάστασιν μόνον τοῦ Χριστοῦ ἐξ ὕπνου ἔγερσιν, ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ κυρίου ὕπνον ἀλληγορεῖ.

    αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ, γρηγορεῖτε· οἷον, μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων’ διὰ τούτων καταμαντεύεται

    “Ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο , ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους.”

    “Λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν, ὡς ἥμερον χωρίον καὶ προσηνὲς καὶ τῶν ὁσίων χῶρον· ἑπτὰ δὲ ἡμέρας ἑκάστην κίνησιν τῶν ἑπτὰ, καὶ πᾶσαν τὴν ἐργαστικὴν τέχνην εἰς τέλος ἀναπαύσεως σπεύδουσαν· ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν· τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πο- ρείαν.”

    “Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ’ ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζωογονουμένων καὶ φυομένων ἀπάντων. Ἡσίοδος μὲν οὖν οὕτω περὶ αὐτῆς λέγει

  • πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ.
  • [*](12 ἐν τῷ δεκάτῳ τῆς Πολιτείας] p. 626.)
    v.2.p.208
    καὶ πάλιν
  • ἑβδομάτη δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο.
  • Ὅμηρος δὲ
  • ἑβδομάτη δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ.
  • καὶ ‘ἑβδόμη ἦν ἱερή.’ καὶ πάλιν
  • ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα.
  • καὶ αὖθις
  • ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος.
  • ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει
  • ἑβδομάτῃ δ’ ἠοῖ, καί οἱ ἐτέτυκτο ἅπαντα.
  • καὶ πάλιν
  • ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη.
  • καὶ
  • ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελεία.
  • καὶ
  • ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι,
  • ἐν κύκλοισι φανέντ’ ἐπιτελλομένοις ἐνιαυτοῖς.”
  • “Ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσι.”

    “Τὰ δὲ οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ‘ἄρωμεν ἀφ’ ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν, ὁ Πλάτων’ μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας οὕτω φησὶν “Οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγώσεται, ἐκκοπήσεται τὼ ὀφθαλμὼ, τελευτῶν πάντα κακὰ παὼν ἀνασκινδυλευθήσεται.”

    “Ὅ τε Σωκρατικὸς Ἀντισθένης παραφράζων τὴν προφητικὴν ἐκείνην γραφὴν ‘τίνι με ὡμοιώσατε; λέγει κύριος’ οὐδενὶ ἐοικέναι φησὶ, διόπερ αὐτὸν [*](23 ἐν τῷ δευτέρῳ τῆς Πολιτείας] p. 362.)

    v.2.p.209
    οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται. τὰ δὲ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγει ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων, ὡς μὲν μέγας τις καὶ δυνατὸς φανερὸς, ὁποῖος δ’ ἐστὶ μορφὴν ἀφανής. οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος, οὐδ’ οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.”
  • τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ
  • ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;
  • ἀλλ’ οὐδ’ ἀκτίνων κατ’ ἐναντίον ἠελίοιο
  • ἄνθρωποι στῆναι δυνατοὶ, θνητοὶ γεγαῶτες,
  • προεῖπεν ἡ Σίβυλλα.

    εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος διδάσκων ὅτι εἶς καὶ ἀσώματος ὁ θεὸς ἐπιφέρει

  • εἰς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
  • οὔ τι δέμας θνητοῖσιν ὁμοίιος, οὐδὲ νόημα.
  • καὶ πάλιν
  • — — ἀλλ’ οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεοὺς.
  • τὴν σφετέρην δ’ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε.
  • καὶ πάλιν
  • — — ἀλλ’ εἰ χεῖρας ἔχον βόες, ἠὲ λέοντες,
  • ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
  • ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὅμοιοι,
  • καί κε θεῶν ἰδέας ἔγραφον, καὶ σώματ’ ἐποίουν
  • τοιαῦθ’, οἷόν περ καὐτοὶ δέμας εἶχον ὅμοιον.
  • ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου μὲν τοῦ μελοποιοῦ περὶ τοῦ θείου λέγοντος

  • οἱ μὲν ἀδμῆτες ἀεικελίων νούσων εἰσὶ καὶ ἀναίτιοι,
  • οὐδὲν ἀνθρώποις εἴκελοι.
  • Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος ἄκουε
    v.2.p.210
  • τἀγαθὸν ἐρωτᾷς μ᾿ οἷόν ἐστ᾿ ; ἄκουε δή.
  • τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβὲς,
  • κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλὸν, δέον,
  • αὐστηρὸν, αὐθέκαστον, ἀειςύμφορον,
  • ἄφοβον, ἄλυπον, λυσιτελὲς, ἀνώδυνον,
  • ὠφέλιμον, εὐάρεστον, ἀσφαλὲς, φίλον,
  • ἔντιμον, ὁμολογούμενον,
  • εὐκλεὲς, ἄτυφον, ἐπιμελὲς, πρᾶον, σφοδρὸν,
  • χρονιζόμενον, αμεμπτον, ἀεὶ διαμένον.
  • ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρίαν ἐπιφέρει

  • ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει,
  • ὡς δὴ παρ ἐκείνης τευξόμενός τινος καλοῦ.
  • οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον·
  • — — οὐδὲ γὰρ λάθρα δοκῶ,
  • φωτὸς κακούργου σχήματ᾿ ἐκμιμούμενον,
  • σοὶ τήνδ᾿ ἐς εὐνὴν, ὥσπερ ἄνθρωπον, μολεῖν,
  • Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρρημόνως γράφει
  • τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα,
  • οὐ χρυςόμορφος, οὐδ᾿ ἐπημφιεσμένος
  • πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν
  • ὑπημβρύωσεν, ἀλλ᾿ ὁλοσχερὴς ἀνήρ.
  • εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγε
  • ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη
  • ὁ μοιχός.
  • ἐφ᾿ οἷς ἔτι φανερώτερον τὴν ἀκραςίαν τοῦ μυθοποιουμένου Διὸς ὧδέ πως ἐκδιηγεῖται
  • ὁ δ᾿ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν
  • πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος,
  • ὅλην δ᾿ ἐκείνην εὐφρόνην ἐθόρνυτο.
  • ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων

    v.2.p.211
    ἀνοίαις. ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος, τοῦ λόγου τοῦ δέοντος ἀεὶ, φησὶν, ἀξύνετοι γίγνονται ἄνθρωποι, καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον. ὁ μελοποιὸς δὲ Μελανιππίδης ᾄδων φησὶ
  • κλῦθί μοι, ὢ πάτερ, θαῦμα βροτῶν,
  • τἀς ἀειζώου ψυχὰς μεδέων.
  • Παρμενίδης τε ὁ μέγας , ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει
  • πολλὰ μάλ’ ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστι,
  • οὖλον, μουνογενὲς δὲ καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον.
  • ἀλλὰ καὶ ὁ Ἡσίοδος
  • αὐτὸς γὰρ πάντων φησὶ) βασιλεὺς καὶ κοίρανός ἐστιν
  • ἀθανάτων, σέο δ’ οὔ τις ἐρήρισται κράτος ἄλλος.
  • Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει. ὁ μὲν γὰρ Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας ρίας συνταξάμενος ἐν τῷ κατὰ Ἅβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ

  • εἶς ταῖς ἀληθείαισιν, εἶς ἐστὶν θεὸς,
  • ὃς οὐρανόν τ’ ἔτευξε καὶ γαῖαν μακρὴν,
  • πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας.
  • θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι
  • ἱδρυσάμεσθα πημάτων παραψυχὴν
  • θεῶν ἀγάλματ’ ἐκ λίθων, ἢ χαλκέων,
  • ἢ χρυσοτεύκτων, ἡ ἐλεφαντίνων τύπους.
  • θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις
  • στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.