Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν τε καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν , ἐκγόνοις μὲν θεῶν οὐσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδόσιν. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον.

οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα [καὶ ὅσοι μετὰ τούτων,] ἐκ δὲ Κρόνου Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν , ἔτι τε τούτων ἄλλους ἐκγόνους.”

Διὰ τούτων πιστεύειν τοῖς περὶ θεῶν μύθοις καὶ αὐτοῖς δὲ τοῖς τῶν μύθων ποιηταῖς ὡς δὴ θεῶν ἐκγόνοις οὖσι παρακελευσάμενος , πρῶτα μὲν διὰ τοῦ [*](14 Περὶ δὲ — ] Plato Tim. p. 40.)

v.2.p.164
φάναι ἐκγόνους εἶναι τῶν θεῶν τοὺς ποιητὰς χλευάζειν μοι δοκεῖ, ὡς καὶ τῶν θεῶν ἀνθρώπων γεγονότων καὶ τοῖς ἐκγόνοις ὁμοίων τὴν φύσιν.

διαβάλλει δ’ ἑξῆς ἄντικρυς τοὺς θεολόγους, οὓς ἐκγόνους ἔφησεν εἶναι θεῶν δι’ ὧν ἐπάγει φάσκων ‘καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι” δι’ ὧν τε προστίθησι τὸ “ ὡς ἔφασαν.” παίζειν δ’ ἔοικε λέγων “ σαφῶς γἐπου τοὺς ἑαυτῶν προγόνους εἰδόσι·” καὶ τὸ “ ἀδύνατον θεῶν παισὶν ἀπιστεῖν. καὶ τὸ παρὰ γνώμην δὲ ταῦτα λέγειν τῶν νόμων ἕνεκα διαρρήδην παρίστησιν , ὁμολογήσας ὅτι δέοι ἑπομένους τῷ νόμῳ πιστεύειν αὐτοῖς.

ὅτι δὲ ταῦτ’ ἐνόει ἐπάκουσον ὅπως γυμνῇ καὶ ἀκατακαλύπτῳ φωνῇ τοὺς δὴ θεολόγους ἅπαντας διαβάλλει , κόπτων ἐν ἐπινομίδι τούτοις τοῖς ῥήμασιν