Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας , ἤ τι τοιοῦτον πράξαντας , ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, καὶ ὡς ἐν κατίπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν, ὅπη ποτὲ τῷ παντὶ ξυμβάλλεται. γινώσκειν δὲ αὐτὴν, ὠ πάντων ἀνδρειότατε, πρὸς οὐδὲν δοκεῖς, ἥν τις μὴ γινώσκων οὐδ’ ἂν τύπον ἴδοι ποτὲ, οὐδὲ λόγον ξυμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην.

ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ ξύμπασα ἡμῶν ἥδε ἡ γερουσία , περὶ θεῶν ὡς οὐκ οἶσθα ὅ τι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς ξυλλαμβάνοι· εἰ δ’ ἐπιδεὴς ἔτι λόγου ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπάκουε , εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις.”

Τούτων ὁ νοῦς, εἰ καὶ μὴ τὰ ῥήματα, ἐν τοῖς Ἑβραίων λογίοις προκαταβέβληται συντομώτατα καὶ δι’ ὀλίγων τῆς διανοίας περιεχομένης. τό τε γὰρ “οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδ’ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ ὅμοιον ἂν εἴη τῷ παρὰ τῷ Δαβὶδ τοῦτον ἔχοντι τὸν τρόπον “ ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου , καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω ; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ · ἐὰν καταβῶ εἰς τὸν Ἀίδην, πάρει.

εἰ ἀναλάβοιμι πτέρυγας καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει ” ἀλλὰ καὶ τὸ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. καὶ πάλιν ἐν τῷ Ἠσαίᾳ τὸ “ ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα.” καὶ τὸ “ἐκ μεγέθους καὶ καλλο-

v.2.p.162
νῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.” καὶ τὸ “τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.” ἀλλὰ καὶ τὸ “ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλόν θεωρῶν” μεταπεφράσθαι μοι δοκεῖ ὑπὸ τοῦ Πλάτωνος διὰ τοῦ “ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ μικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας, ἤ τι τοιοῦτον πράξαντας, ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι.” καὶ τὰ ἄλλα δὲ ὅσα τούτοις ὁμοίως εἴρηται προύλαβε τὴν εἰς πλάτος ἐκτεθεῖσαν τοῦ Πλάτωνος ἑρμηνείαν ἐν τοῖς Ἑβραίων λόγοις. ἕκαστον δ᾿ οὖν αὐτῶν κατὰ μέρος εὕροις ἂν ἀκριβῶς ἐξετάζων τοῖς Ἑβραίων συμφερόμενον γράμμασι. Ἑβραίων δὲ εἶναι λόγους οὐ μόνον τὰ παρὰ Μωσεῖ λόγιά φημι, ἀλλὰ καὶ τὰ τῶν ἄλλων μετὰ Μωσέα θεοφιλῶν ἀνδρῶν, εἴτε προφητῶν εἴτε καὶ ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ὧν ἡ τῶν δογμάτων συμφωνία μιᾶς εἰκότως αὐτοὺς καὶ τῆς αὐτῆς προσηγορίας ἀξιώσειεν.

Ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμμασια ἡ κατὰ Πλάτωνα φιλοσοφία κατὰ πλεῖστα Μωσέως καὶ τῶν παρ᾿ Ἑβραίοις ἱερῶν λόγων ἑρμηνείαν ὥσπερ ἐπὶ τὴν Ἑλλάδα φωνὴν περιέχουσα, ἔρχομαι νῦν ὁμοῦ καὶ τὰ λείποντα προσαποδοῦναι τῷ λόγῳ, καὶ τὰ τοῖς πρὸ ἡμῶν εἰς τοὺς τόπους εἰρημένα διελθεῖν, ὁμοῦ καὶ διαβολῆς εὐλόγου αἰτίαν ἀπολυσό-

v.2.p.163
μένος, εἰ δή τις ἡμῖν ἐπικαλῶν φαίη, τί δή ποτ’ οὖν, Μώσεως καὶ Πλάτωνος τὰ συνῳδὰ πεφιλοσοφηκότων, οὐχὶ τὰ Πλάτωνος, ἀλλὰ τὰ Μώσεως μέτιμεν, τοὔμπαλιν δέον, ὅτι δὴ πρὸς τοῖς ἴσοις δόγμασι προσήκων ἡμίν γένοιτ’ ἂν Ἕλλησιν οὖσιν ὁ Ἑλληνικὸς μᾶλλον ἢ ὁ βάρβαρος. ὀκνῶν δὲ ἀπαντήσαι πρὸς τοῦτο αἰδοῖ τῇ πρὸς τὸν φιλόσοφον , τοῦτον μὲν εἰς ὕστερόν ἀνατίθεμαι τὸν λόγον , τὰ δέ γε πρῶτά μοι λεχθέντα πρῶτα διασκέψομαι. λαβὼν οὖν ἀνάγνωθι ὁποίαν ἐπήγετο δόξαν ὁ Πλάτων’ περὶ τῶν Ἑλληνικῶν θεολόγων τε καὶ ποιητῶν, ὅπως τε πάσας τὰς πατρίους περὶ τῶν θεῶν ὑπολήψεις ἠθέτει καὶ τὴν ἐν αὐτοῖς ἀτοπίαν διήλεγχεν.