Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσεως ἐν τοῖς νόμοις ἀπαγορεύσαντος Ἑβραίοις Ἑβραίους δουλεύειν, καὶ φήσαντος “ ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἒξ ἔτη δουλεύσει σοί· τῷ δὲ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον” καὶ ὁ Πλάτων’ ὁμοίως ἐν Πολιτείᾳ φησί

“ Μηδὲ Ἕλληνα ἄρα δοῦλον ἐκτῆσθαι μήτε αὐτοὺς, τοῖς τε ἄλλοις Ἔλλησιν οὕτω ξυμβουλεύειν; Πάνυ μὲν οὖν, ἔφη· μᾶλλόν τ’ ἂν οὖν. οὕτω πρὸς βαρβάρους τρέποιντο, ἑαυτῶν δὲ ἀπέχοιντο.”