Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πἀλιν Μώσεως ἐν τοῖς νόμοις φάντος “ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα φοβείσθω· καὶ, τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα σοῦ, ἵνα εὖ σοι [*](6 τῶν Νόμων] p. 801 extr.) [*](18 ἐν δ’ Πολιτείας] p. 421.)

v.2.p.126
ᾖ,” καὶ ὁ Πλάτων’ ὁμοίως Μωσεὶ καὶ τιμὰν καὶ φοβεῖσθαι ὧδέ πως φησὶν ἐν τοῖς Νόμοις

“ Πᾶς δὴ νοῦν ἔχων φοβεῖται καὶ τιμᾷ γονέων εὐχὰς, εἰδὼς πολλοῖς καὶ πολλάκις ἐπιτελεῖς γενομένας.”

Καὶ πάλιν ἐν ἑτέρῳ φησὶ

“Πᾶς ἡμῖν αἰδείσθω τὸν ἑαυτοῦ πρεσβύτερον ἔργῳ τε καὶ λόγῳ. τὸν δὲ προέχοντα εἴκοσιν ἡλικίας ἔτεσιν ἄρρενα ἢ θῆλυν νομίζων ὡς πατέρα ἢ μητέρα διευλαβείσθω. ”