Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Σκεψώμεθα δὴ πη τῇδε. Φέρε, εἴ τις Αἰγῶν τροφὴν καὶ τὸ ζῷον αὐτὸ, κτῆμα ὡς ἔστι Καλὶν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὰς Νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας Κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὔτων μέμφοιτο, τὸν τοιούτου ψόγον ἡγούμεθα ὐγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν;

  • Καὶ πῶς;”
  • Καὶ μετ᾿ ὀλίγα
  • Τί δὲ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν, ᾗ πέφυκέ τε εἶναι ἄρχων μετ᾿ ἐκείνου τε ὠφέλιμός ἐστιν· ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτὲ ὀρθῶς αὐτὴν ἑαυτῇ κοινωνοῦσαν μετ᾿ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ξυνοῦσαν· οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἢ ἐπαινεῖσθαι;

  • Πῶς δ᾿ ἄν;”
  • Οὐ δὴν χρὴ καὶ παρ᾿ ἡμῖν εἴ τινες φαίνοιντο Δίχα προστάτου καὶ ἄρχοντος, ἢ μετὰ κακῶν ἀρχόντων Δρῶντες καὰ ψέγειν τὸ πᾶν ἡμῶν διδασκαλεῖον, Μᾶλλον δὲ ἀπὸ τῶν ὀρθῶς μετιόντων τὸ θεοσεβὲς Πολίτευμα θαυμάζειν.

    [*](9 Σκεψώμεθα —] Plato Leg. 1 p. 639 a.)
    v.2.p.125

    Ἐν ταῖς Παροιμίαις Σολομῶνος συντόμως φερομένου τοῦ “μνήμη δικαίων μετ’ ἐγκωμίων, ὄνομα δὲ ἀσεβῶν σβέννυται · ” καὶ πάλιν εἰρημένου τοῦ “μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ,’ ἐπάκουσον b ὅπως τὴν διάνοιαν ἑρμηνεύει λέγων ὁ Πλάτων ἐν τῷ ἑβδόμῳ τῶν Νόμων·

    Τῶν πολιτῶν ὁπόσοι τέλος ἔχοιεν τοῦ βίου κατὰ σώματα ἢ κατὰ ψυχὰς ἔργα ἐξειργασμένοι καλὰ καὶ ἐπίπονα καὶ τοῖς νόμοις εὐπειθεῖς γεγονότες, ἐγκωμίων αὐτοὺς τυγχάνειν πρέπον ἂν εἴη.

    Πῶς δ’ οὔ;

    Τούς γε μὴν ἔτι ζῶντας ἐγκωμίοις τε καὶ ὕμνοις τιμᾶν οὐκ ἀσφαλὲς, πρὶν ἂν ἅπαντά τις τὸν βίον διαδραμὼν τέλος ἐπιστήσηται καλόν. ταῦτα δὲ πάντα ἡμῖν ἔστω κοινὰ ἀνδράσι τε καὶ γυναιξὶν ἀγαθοῖς καὶ ἀγαθαῖς διαφανῶς γενομένοις.”

    Πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, τοῦ Σολομῶνος φήσαντος ἐν Παροιμίαις ὁ Πλάτων’ ἐν δ’ Πολιτείας φησίν

    “Ἕτερα δὲ, ὡς ἔοικε, τοῖς φύλαξιν εὑρήκαμεν, ἃ παντὶ τρόπῳ φυλακτέον ὅπως μή ποτε αὐτοὺς λήσῃ εἰς τὴν πόλιν παραδύντα. τὰ ποῖα ταῦτα; Πλοῦτός τε, ἦν δ’ ἐγὼ, καὶ πενία· ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δ’ ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ.”

    Κακοεργία δέ ἐστι πᾶσα πρᾶξις ἄτιμος.