Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἄρ’ οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογειται;

Τοῦ πέρι;

Τὸ δεῖν πάντα ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ δοῦλον, θῆλύν τε καὶ ἄρρενα, καὶ ὅλῃ τῇ πόλει ὅλην τὴν πόλιν αὐτὴν ἑαυτῇ ἐπᾴδουσαν μὴ παύεσθαί ποτε ταῦτα ἅ διεληλύθαμεν, ἁμωσγέπως ἀεὶ μεταβαλλόμενα καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστ’ ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσι καὶ ἡδονήν.

Πῶς δ’ οὐκ ἂν ὁμολογοῖτ’ ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι;”

[*](5 Νομοθέτης — ] Plato Leg. 2 p. 66.3.)[*](19 Ἄρ’ οὖν — ] Plato Leg. 2 p. 665.)
v.2.p.123

Καὶ ἐν τῷ πέμπτῳ δὲ τῆς Πολιτείας ὅμοια τούτοις γράφει τάδε λέγων

“Οἶσθά τι οὖν ὑπ’ ἀνθρώπων μελετώμενον, ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει ἢ τὸ τῶν γυναικῶν; ἢ μακρολογῶμεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἶς δή τι δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμπου ἡττώμενον;

Ἀληθῆ ἔφη, λέγεις, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους· γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτόυς εἰς πολλά· τὸ δὲ ὅλον ἔχει ὡς σὺ λέγεις. Οὐδὲν ἄρα ἐστὶν, ὠ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνὴ, οὐδ’ ἀνδρὸς , διότι ἀνὴρ, ἀλλ’ ὁμοίως διεσπαρμέναι αἶ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν , καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δὲ ἀνὴρ, ἐπὶ πᾶσι δὲ ἀσθενέστερον γυνὴ ἀνδρός.

Πάνυ γε. Ἤ οὖν ἀνδράσι πάντα προστάξομεν, γυναικὶ δὲ οὐδέν; Καὶ πῶς; Ἀλλ’ ἔστι γὰρ, οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρικὴ, ἡ δ’ οὒ, καὶ μουσικὴ, ἡ δ’ ἄμουσος φύσει. Τί μήν; Καὶ γυμναστικὴ δὲ ἄρα οὐδὲ πολεμικὴ, ἡ δὲ ἀπόλεμος καὶ οὐ φιλογυμναστική; Οἶμαι ἔγωγε. Τί δέ; φιλόσοφός τε καὶ μισόσοφος; καὶ θυμοειδὴς, ἡ δὲ ἄθυμός; Ἔστι καὶ ταῦτα.

Ἔστιν ἄρα καὶ φυλακικὴ γυνὴ, ἡ δ’ οὔ· ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάμεθα., τοιαύτην μὲν οὖν.

Καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσῳ ἀσθενεστέρα, ἡ δὲ ἰσχυροτέρα ἐστί. Φαίνεται. Καὶ γυναῖκες ἄρα αἶ τοιαῦΟἶσθά [*](3 τι — ] Plato Eep. p. 455.)

v.2.p.124
ται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι συνοικεῖν τε καὶ ξυμφυλάττειν, ἐπείπερ εἰσὶν ἱκαναὶ καὶ ξυγγενεῖς αὐτοῖς τὴν φύσιν.”

Εἰκότως ἄρα καὶ ὁ παρ᾿ ἡμῖν λόγος ὐποδέχεται Πᾶν γένος οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, Οὐδ᾿ ἐλευθέρων καὶ δούλων μόνον, ἀλλὰ καὶ βαρβάρων Καὶ ῾Ελλήνων, εἰς τὴν κατὰ θεὸν παιδείαν τε καὶ φιλοσοφίαν.