Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Νομοθετικὸν μὲν οὖν καὶ πολιτικὸν ὕπερ βαλλόντως. ἀλλ’ ἕτερα φαῦλα ἂν εὕροις αὐτόθι· τοῦτο δ’ οὖν τὸ περὶ μουσικὴν ἀληθές τε καὶ ἄξιον ἐννοίας, ὅτι δυνατὸν ἄρα ἦν περὶ τῶν τοιούτων νομοθετεῖσθαι βεβαίως θαρροῦντα μέλη τὰ τὴν ὀρθότητα φύσει παρεχόμενα. τοῦτο δὲ θεοῦ ἢ θείου τινὸς ἀνδρὸς ἂν εἴη.”

Εἰκότων ἄρα καὶ παρ’ Ἑβραίοις νενομοθέτητο μηδὲ ἄλλους ὕμνους καὶ ᾠδὰς ἐν ταῖς θείαις διδασκαλίσις ἀποδέχεσθαι ἢ τὰς ὑπὸ τοῦ θείου πνεύματος διὰ τῶν θείων καὶ προφητικῶν ἀνδρῶν πεποιημένας, τά τε τούτοις κατάλληλα μέλη τῷ συνήθει παρ’ αὐτοῖς ᾀδόμενα τρόπῳ.

“ Συγχωρῶ γε τό γε τοσοῦτον καὶ ἐγὼ τοῖς πολλοῖς, δεῖν τὴν μουσικὴν ἡδονῇ κρίνεσθαι, μὴ μέντοι τῶν γε ἐπιτυχόντων, ἀλλὰ σχεδὸν ἐκείνην εἶναι μοῦσαν καλλίστην, ἥτις τοὺς βελτίστους καὶ ἱκαΝομοθετικον [*](14 — ] Plato Leg. 2. p. 657 a.) [*](27 Συγχωρῶ — ] Ibid. p. 658.)

v.2.p.109
νῶς πεπαιδευμένους τέρπει, μάλιστα δὲ ἥτις ἔνα τὸν ἀρετῇ τε καὶ παιδείᾳ διαφέροντα.

διὰ ταῦτα δὲ ἀρετῆς φαμὲν δεῖσθαι τοὺς τούτων κριτὰς, ὅτι τῆς τε ἄλλης μετόχους αὐτοὺς εἶναι δεῖ φρονήσεως καὶ δὴ καὶ τῆς ἀνδρείας.

οὔτε γὰρ παρὰ θεάτρου δεῖ τόν γε ἀληθῆ κριτὴν κρίνειν μανθάνοντα καὶ ἐκπληττόμενον ὑπὸ τοῦ θορύβου τῶν πολλῶν καὶ τῆς αὐτοῦ ἀπαιδευσίας, οὔτ’ αὖ γιγνώσκοντα δι’ ἀνανδρίαν καὶ δειλίαν ἐκ τοῦ αὐτοῦ στόματος, οὑπερ τοὺς θεοὺς ἐπεκαλέσατο, μέλλων κρίνειν, ἐκ τούτου ψευδόμενον ἀποφαίνεσθαι ῥᾳθύμως τὴν κρίσιν· οὐ γὰρ μαθητὴς, ἀλλὰ διδάσκαλος, ὥς γε τὸ δίκαιον, θεατῶν τῶν μᾶλλον ὁ κριτὴς καθίζει, καὶ ἐναντιωσόμενος τοῖς τὴν ἡδονὴν μὴ προσηκόντως μηδὲ ὀρθῶς ἀποδιδοῦσι δεαταῖς.“

Καὶ παρ’ Ἑβραίοις τὸ παλαιὸν οὐ τοῦ πλήθους ἦν τὸ κρίνειν τοὺς ἐκ θείου πνεύματος προφερομένους λόγους καὶ τἀς ἐνθέους ᾠδὰς, ἀλλ’ ἦσαν βραχεῖς καὶ σπάνιοι, μέτοχοι καὶ αὐτοὶ θείου πνεύματος διακριτικοῦ τῶν λεγομένων, οἶς καὶ μόνοις ἐξῆν ἐγκρίνειν καὶ ἀφιεροῦν τὰς προφητῶν βίβλους, τὰς δὲ τῶν μὴ τοιούτων ἀποδοκιμάζειν.