Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Τοὺς ποιητὰς ἀναγκάζετε λέγειν ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ μακάριος, ἐάν τε μέγας καὶ ἰσχυρὸς, ἐάν τε σμικρὸς καὶ ἀσθενὴς ᾖ, καὶ ἐὰν πλουτῇ καὶ μή· ἐὰν δὲ ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ ἄδικος, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ.

καὶ

  • οὔτ’ ἂν μνησαίμην,
  • φησὶν ὑμῖν ὁ ποιητὴς, εἴπερ ὀρθῶς λέγει,
  • οὔτ’ ἐν λόγῳ ἄνδρα τιθείμην,
  • ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο, καὶ δὴ
  • καὶ δηίων
  • τοιοῦτος ὢν
  • ὀρέγοιτ’ ἐγγύθεν ἱστάμενος·
  • ἄδικος δὲ ὢν μήτε τολμῴη ὁρῶν φόνον αἱματόεντα
    v.2.p.107
    μήτε νικῴη θέων Θρηίκιον Βορέην, μηδὲ ἄλλο αὐτῷ μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε· τὰ γὰρ ὑπὸ τῶν πολλῶν λεγόμενα ἀγαθὰ οὐκ ὀρθῶς λέγεται.

    λέγεται γὰρ ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος· μυρία δὲ ἄλλα ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι ἂν ἐπιθυμῇ, καὶ τὸ δὴ τέλος ἀπάσης μακαριότητος εἶναι τὸ πάντα ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα.

    ὑμεῖς δὲ καὶ ἐγώ που τάδε λέγομεν, ὡς ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγείας. καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κακὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα καὶ κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δὲ, ἐὰν ὡς ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη.

    ταῦτα δὴ λέγειν οἶμαι τοὺς παρ’ ὑμῖν ποιητὰς, ἅπερ ἐγὼ, πείσετε καὶ ἀναγκάσετε, καὶ ἔτι τούτοις ἑπομένους ῥυθμούς τε καὶ ἁρμονίας ἀποδόντας παιδεύειν οὕτω τοὺς νέους ὑμῶν. ἡ γὰρ ὁρᾶτε; ἐγὼ μὲν γὰρ λέγω σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά· τὰ δὲ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ὄντως ἀγαθὰ, τοῖς δὲ κακοῖς κακά. ὅπερ οὖν ἠρόμην, ἆρα ξυμφωνοῦμεν ἐγώ τε καὶ ὑμεῖς, ἢ πῶς; ”

    Οὐ πόρρω ταῦτα τυγχάνει τῶν τοῦ Δαβὶδ ψαλμῶν, οὓς προλαβὼν θείῳ πνεύματι συνέταξε δι’ ᾠδῶν καὶ ὕμνων τίς μὲν ὁ ἀληθῶς μακάριος, τίς δὲ ὁ τούτῳ ἐναντίος παιδεύσας. ἐντεῦθεν γοῦν αὐτῷ

    v.2.p.108
    καὶ κατάρχεται ἡ βίβλος φήσαντι “ μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν,” καὶ τὰ ὅμοια. ἃ δὴ μεταβαλὼν ὁ Πλάτων’ φησὶ δεῖν τοὺς ποιητὰς λέγειν “ ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος· ἐὰν δὲ ἄρα ᾖ δὲ ἄδικος, ἄθλιός ἐστιν.” ὃ καὶ αὐτὸ πάλιν λιν ὁ Δαβίδ ὧδέ πως ἐξέδωκε διὰ τῶν ψαλμῶν εὶπὼν “ πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.’ καὶ πάλιν “ μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ.” ἐπὶ ἐπὶλῆς δ’ ἂν εὕροις ἕκαστα τῶν εἰρημένων τῷ φιλοσόφῳ πρὸς λέξιν κείμενα δι’ ὅλης τῆς ἱερὰς τῶν ψαλμῶν γραφῆς.