Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσεως τὸν πρῶτον τῶν γηγενῶν βίον ὑπογράψαντος ἐν παραδείσῳ θεοῦ γεγονέναι, θεόν τε αὐτῶν ἡγεῖσθαι ἐν ἀχρημάτῳ καὶ ἀκτήμονι διαγωγῇ, ἄσπαρτά τε αὐτοῖς καὶ ἀνήροτα πάντα φύεσθαι, [*](8. ’δε Δεῖ δὲ — ] Plato Symp. p. 189. 190.)

v.2.p.96
γυμνούς τε εἶναι τῆς μετὰ ταῦτα περιβολῆς, ἐπάκουσον τοῦ φιλοσόφου μονονουχὶ αὐτὰ δὴ ταῦτα Ἑλληνικῇ b τῇ φωνῇ διερμηνεύοντος. λέγει δ’ οὖν

“ Θεὸς ἔνεμεν αὐτοὺς αὐτὸς ἐπιστατῶν, καθά- περ νῦν ἄνθρωποι, ζῷον ὂν ἕτερον θειότερον, ἄλλα γένη φαυλότερα αὐτῶν νομεύουσι. νέμοντος δ’ ἐκείνου πολιτεῖαί τε οὐκ ἦσαν οὐδὲ κτήσεις γυναικῶν καὶ παίδων· ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες, οὐδὲν μεμνημένοι τῶν πρόσθεν ·) ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δένδρων δρῶν καὶ πολλῆς ὕλης, οὐχ ὑπὸ γεωργίας φυομένους, ἀλλ’ αὐτομάτης ἀναδιδούσης τῆς γῆς. γυμνοὶ δὲ καὶ ἄστρωτοι, θυραυλοῦντες τὰ πολλὰ ἐνέμοντο. τὸ γὰρ τῶν ὡρῶν αὐτοῖς ἄλυπον ἐκέκρατο, μαλακὰς δὲ εὐνὰς εἶχον, ἀναφυομένης ἐκ γῆς πόας ἀφθόνου. τὸν δὴ βίον, ὠ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου· τόνδε δ’, ὡς λόγος ἐπὶ Δῖός εἶναι, τὸν νῦν, παρὼν αὐτὸς ᾔσθησαι.