Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Δεῖ δὲ πρῶτον ὑμᾶς μαθεῖν τὴν ἀνθρωπίνην φύσιν καὶ τὰ παθήματα αὐτῆς. ἡ γὰρ πάλαι ἡμῶν φύσις οὐχ ἡ αὐτὴ ἦν ἥπερ νῦν, ἀλλὰ ἄλλη. πρῶτον μὲν γὰρ τρία ἦν τὰ γένη τῶν ἀνθρώπων, οὐχ ὥσπερ νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν κοινὸν ἀμφοτέρων τούτων, οὑ νῦν ὄνομα λοιπὸν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ τότε μὲν ἦν καὶ εἶδος καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν, τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος.”

Εἶθ’ ἐξῆς διασύρας τὰ αὐτῷ συνήθη ἐπιφέρει λέγων

“ Ταῦτ’ εἰπὼν ὁ παρ’ αὐτῷ Ζεὺς ἔτεμνε τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἶ τὰ ὦτα τέμνοντες καὶ μέλλοντες ταριχεύειν, ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν. ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλωνα ἐκέλευε τό τε πρόσω- πον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς τὴν τομὴν, ἔνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος εἴη ὁ ἄνθρωπος, καὶ τὰ ἄλλα ἰᾶσθαι ἐκέ- λευεν.