Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσεως κατά τινας ἀπορρήτους λόγους ἐν ἀρχῇ τῆς τοῦ κόσμου συστάσεως θεοῦ τινα παράδει- σον γεγονέναι φάντος, κἀν τούτῳ τὸν ἄνθρωπον ἠπατῆσθαι διὰ τῆς γυναικὸς πρὸς τοῦ ὄφεως, ἂντικρυς μονονουχὶ τὰ ῥήματα μεταποιήσας ὁ Πλάτων’ ἐπάκουσον οἶα ἐν Συμποσίῳ καὶ αὐτὸς ἀλληγορῶν τέθεικεν, ἀντὶ μὲν τοῦ παραδείσου τοῦ θεοῦ κῆπον Δῖός ὀνομάσας , ἀντὶ δὲ τοῦ ὄφεως καὶ τῆς πρὸς αὐ- τοῦ γενομένης ἀπάτης Πενίαν ἐπιβουλεύουσαν ὑπο- θέμενος , ἀντὶ δὲ τοῦ πρώτου ἀνδρὸς , ὃν ἡ τοῦ θεοῦ μῆτίς τε καὶ πρόνοια υἱὸν ὃσπερ ἀρτιγενῆ προυβέβλητο, υἱὸν Μήτιδος Πόρον ἀποκαλέσας , ἀντὶ δὲ τοῦ φάναι, ὁπηνίκα συνίστατο ὅδε ὁ κόσμος, ὅτε ἐγένετο ἡ Ἀφροδίτη, εἰπὼν, οὕτω τὸν κόσμον ἀλληγορήσας τοῦ περὶ αὐτὸν κάλλους ἕνεκα. λέγει δ’ οὖν αὐτοῖς ῥήμασι τάδε

“ Ὃτε ἐγένετο ἡ Ἀφροδίτη , εἱστιῶντο οἶ θεοὶ, οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος. ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα, οἷα δὴ εὐωχίας οὔσης, ἀφίκετο ἡ Πενία , καὶ ἦν περὶ τὰς θύρας. ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος, οἶνος γὰρ οὔπω ἦν, εἰς τὸν τοῦ Δῖός κῆπον εἰσελθὼν βεβαρημένος εὕδεν. ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὐτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου κατακλίνεταί τε παρ’ αὐτῷ καὶ ἐκύησε τὸν Ἔρωτα. ”

Τοιαῦτα μὲν δή τινα καὶ ἐν τούτοις ὁ Πλάτων’ ἐμφερῶς Μωσεῖ ὑπῃνίξατο.