Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ οἶ ἀπόστολοι δὲ τοῦ σωτῆρος ἡμῶν τὴν ἀνωτάτω δικαιοσύνην τε καὶ εὐσέβειαν μετιόντες, δόξαν δὲ ἀδικίας παρὰ τοῖς πολλοῖς περιβαλλόμενοι , ὁποῖα ἔπασχον αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων “ θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ” καὶ “ μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα , δυσφημούμενοι παρακαλοῦμεν · ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.”

ἀλλὰ καὶ εἰσέτι δεῦρο οἶ γενναῖοι τοῦ σωτῆρος ἡμῶν μάρτυρες καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης οὐ τὸ δοκεῖν, ἀλλὰ τὸ εἶναι δίκαιοί τε καὶ εὐσεβεῖς ἀσκοῦντες ὅσα δὴ κατέλεξεν ὁ Πλάτων’ πεπόνθασιν· ἐπεὶ καὶ ἐμα- στιγώθησαν , δεσμά τε καὶ στρέβλας ὑπέμειναν , καὶ μὴν καὶ ἐξεκόπησαν τὼ ὀφθαλμὼ , καὶ τέλος πάντα τὰ δεινὰ παθόντες ἀνεσκινδυλεύθησαν. ὧν οὐδένα παρ’ Ἓλλησιν ἐπιζητήσας ὅμοιον ἂν εὕροις , ὡς εἰκότως τινὰ φάναι τὸν φιλόσοφον οὐδὲν ἓτερον ἢ θεσπίσαι διὰ τούτων περὶ τῶν παρ’ ἡμῖν διαπρεπόντων ἐν εὐσεβείᾳ καὶ ἀληθεῖ δικαιοσύνῃ.

v.2.p.94