Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὁ δωδέκατος ἡμῖν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἐνθένδε ποθὲν ἤδη τὰ ἐνδέοντα τῷ προτέρῳ τῆς Πλάτωνος πρὸς τὰ Ἑβραίων λόγια συνῳδίας, ὡς ἐν ἁρμονίᾳ συμφώνου λύρας, ἀποδώσει, τὴν καταρ- χὴν ἐξ ἀπολογίας τῆς παρὰ τοῖς πολλοῖς βλασφημου- μένης ἡμῶν πίστεως ληψόμενος.

“ μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε Λακωνικῇ καὶ τῇ Κρητικὴ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη· τὰ γοῦν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμ’ ἂν ὑμῶν ἀμφοτέρων λέγειν. ὑμῖν γὰρ εἰ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐὰν ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ [*](21 Εἰ μὲν τοίνυν — ] Plato Leg. 1. p. 634.)

v.2.p.81
καὶ ἐξ ἑνὸς στόματος πάντας συμφωνεῖν ὡς πάντα καλῶς κεῖται θέντων θεῶν , καὶ ἄν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκούοντας· γέρων δὲ εἴ τίς τι ξυννοεῖ τῶν παρ’ ὑμῖν, πρὸς ἄρχοντά τε καὶ ἡλικιώτην μηδενὸς ἐναντίον νέου ποιεῖσθαι τοὺς τοι- ούτους λόγους. Ὀρθότατά γε, ὠ ξένε, κελεύεις. ”

Εἰκότως δῆτα καὶ ἡ Ἑβραίων προλαβοῦσα γραφὴ τῆς τῶν θείων γραφῶν συνέσεως τε καὶ θεω- ρίας τὴν πίστιν προτάττει δι’ ὧν φησιν “ ἐὰν δὲ μὴ πιστεύσητε, οὐ μὴ συνῆτε.” καὶ αὖθις “ ἐπίστευσα, διὸ καὶ ἐλάλησα.

ἔνθεν καὶ παρ’ ἡμῖν τοῖς μὲν ἄρτι εἰσαγομένοις καὶ τὴν ἕξιν ἀτελέσιν, ὡς ἂν τὰς ψυχὰς νηπίοις, ἁπλούστερον ἡ ἐν ταῖς θείαις γρα- φαῖς ἀνάγνωσις παραδίδοται μετὰ τοῦ δεῖν πιστεύειν ὡς θεοῦ λόγοις τοῖς ἐμφερομένοις παρακελεύε- σθαι · τοῖς δὲ τὴν ἕξιν προβεβηκόσι καὶ πολιοῖς τὸ φρόνημα ἐμβαθύνειν καὶ δοκιμάζειν τὸν νοῦν τῶν λεγομένων ἐπιτέτραπται. τούτους δὲ παισὶν Ἑβραίων δευτερωτὰς φίλον ἦν ὀνομάζειν, ὥσπερ ἑρμηνευτὰς καὶ ἐξηγητὰς ὄντας τῆς τῶν γραφῶν διανοίας.