Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ταῦτα ὁ Πλάτων. σὺ δέ γε παραθήσεις τῷ “καὶ εἰς οἰκήσεις καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε χρόνος ἱκανὸς ἐν τῷ παρόντι” τὸ παρ᾿ ἡμῖν οὕτως ἔχον “ ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,”

ταῖς δὲ εἰρημέναις οἰκήσεσι τὸ πολλὰς μονὰς εἶναι παρὰ τῷ πατρὶ τοῖς θεοφιλέσιν ἐπηγγελμένας, καὶ τοῖς περὶ τοῦ Πυριφλεγέθοντος λεχθεῖσι τὸ τοῖς ἀσεβέσιν ἠπειλημένον πῦρ αἰώνιον, κατὰ τὸν πρὸς αὐτοὺς φάσκοντα Ἑβραίων προφήτην “τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;” καὶ πάλιν “ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.”

τήρει δὲ ὡς καὶ ὁ Πλάτῶν συνᾴδων τούτοις , τοὺς ἀσεβεῖς εἰπὼν χωρήσειν εἰς Τάρταρον, ἐπιλέγει “ὅθεν οὔποτε ἐκβαίνουσι.” καὶ αὖ πάλιν τοὺς εὐσεβεῖς ζήσεσθαι εἰπὼν ἐν μα-

v.2.p.80
καρίοις προστίθησι λέγων “ τὸ παράπαν καὶ εἰς τὸν ἔπειτα χρόνον. ” ἀλλὰ καὶ τὸ ἄνευ καμάτων εἰρημέ- νον ὑπ’ αὐτοῦ ὅμοιον ἂν εἴη τῷ “ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.”

φάσκων δὲ τοὺς ἐπὶ τὸν Ἀχέροντα πορευομένους μὴ ἁπλῶς ἐπὶ τοῦτον ἀφικνεῖσθαι, ἀλλὰ ἀναβαίνοντας πρότερον ἃ δὴ αὐτοῖς ὀχήματά ἐστι, τίνα ποτὲ ἄρα τὰ ὀχήματα βούλεται σημαίνειν ἢ τὰ σώματα, εἰς ἃ ἀναβᾶσαι αἶ τῶν τετελευτηκότων ψυχαὶ σὺν αὐτοῖς τιμωροῦνται κατὰ τὰ παρ’ Ἑβραίοις νενομισμένα; ἀλλὰ γὰρ ἱκανὴν καὶ τοῦδε τοῦ λόγου περιγραφὴν εἰληφότος ἐπὶ τὸ δω- δέκατον τῆς Εὐαγγεελικῆς Προπαρασκευῆς μεταβήσο- μαι σύγγραμμα.