Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὁ μὲν δὴ τοῦ μετὰ χεῖρας προάγων τῆς Εὐαγγελικῆς Προπαρασκευῆς θέματος ὢν τόμος οὐκ ἐμαῖς φωναῖς, ταῖς δ’ ἔξωθεν συνίστη ·μαρτυρίαις τὸ μὴ ἀπεικὸς εἶναι Ἕλληνας μηδὲν σοφὸν ἐπενηνεγμένους , εἰ μὴ ὅτι μόνην τὴν ἐν λόγοις δεινότητά τε καὶ εὐγλωττίαν, τὰ πάντα δὲ παρὰ βαρβάρων ἐσκευωρημένους , μηδὲ τὰ Ἑβραίων ἀγνοῆσαι λόγια, καὶ τούτων δὲ ἐν μέρει καθάψασθαι , ὅτι μηδὲ τῆς τῶν σφετέρων ἐν συγγράμμασι φιλοτιμίας καθαρὰς ἐφυλάξαντο κλοπῆς τὰς χεῖρας. κλέπτας γὰρ αὐτοὺς οὐχ ὁ παρ’ ἡμῶν , ὡς ἔφην, λόγος, ὁ δ’ ἐξ αὐτῶν παρεστήσατο.

οὐ μὴν ἀλλὰ καὶ σφόδρα νέους ὁμοῦ τῇ φρονήσει καὶ τὴν ἡλικίαν αὐτοὺς, παρὰ πλεῖστον ὅσον τῆς Ἑβραικῆς λειπομένους ἀρχαιολογίας, , ἐν ταὐτῷ διὰ τῆς τῶν χρόνων παραθέσεως ἔγνωμεν.

ταῦτα μὲν οὖν ὁ πρὸ τούτου ’ ὁ δέ γε παρὼν ἐπείγεται λοιπὸν ἤδη , ὥσπερ τι χρέος, τὴν ἐπηγγελμένην ὑπόσχεσιν ἀποδοῦναι καὶ τὴν ἔν τισιν, εἰ καὶ μὴ ἐν πᾶσι, τοῖς δογματικοῖς θεωρήμασι

v.2.p.2
πρὸς τὰ Ἔβραίων λόγια συμφωνίαν τῶν παρ᾿ Ἕλλησι φιλοσόφων ἐκφᾶναι· ὣν τοὺς περιττοὺς παραιτησάμενος τὸν κορυφαῖον ἁπάντων ἀνακαλεῖται, μόνῳ χρῆναι ἀντὶ πάντων ἡγούμενος γνώμονι χρήσασθαι τοῦ προβλήματος Πλάτωνι , ἐπεὶ καὶ οὗτος μόνος ἔοικε τῇ δόξῃ τοὺς πάντας ὑπερακοντίσας αὐτάρκης ἡμῖν ἔσεσθαι πρὸς τὴν τοῦ ζητουμένου σύστασιν.

εἰ δέ που δέοι, σαφηνείας ἕνεκα τῆς τοῦ ἀνδρὸς διανοίας, καὶ τοῖς τὴν κατ’ αὐτὸν ἐζηλωκόσι φιλοσοφίαν μάρτυσι χρήσομαι , τὰς αὐτῶν ἐκθησόμενος φωνὰς ἐπὶ συστάσει τοῦ προκειμένου.

τετηρήσθω δέ μοι τὸ μὴ πάντ’ ἐπιτυχῶς εἰρῆσθαι τῷ ἀνδρὶ, εἰ καὶ τὰ πλεῖστα αὐτῷ σὺν ἀληθείᾳ ἐκπεφώνηται. ὃ δὴ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραστήσομεν, οὐκ αὐτοῦ διαβολῆς, ἀπολογίας δὲ ἡμετέρας χάριν, δι’ ἣν τὴν βάρβαρον φιλοσοφίαν τῆς Ἑλληνικῆς ὁμολογοῦμεν προησμενικέναι.