Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τηλαυγοῦς δὲ Ἐμπεδοκλῆς ἀκουστὴς γίνεται, καθ’ ὃν Ἡράκλειτος ὁ σκοτεινὸς ἐγνωρίζετο. τὸν δὲ Ξενοφάνην λέγεται ὁ Παρμενίδης διαδέξασθαι, Παρμενίδην δὲ Μέλισσος , Μέλισσον δὲ Ζήνων ὁ Ἐλεάτης· ’ ὅν φασιν ἐπιβουλὴν κατὰ τοῦ τότε τυράννου συστησάμενον ἁλῶναι, στρεβλούμενον δὲ ὑπὸ τοῦ τυράννου,

v.1.p.587
ὅπως τοὺς σὺν αὐτῷ γενομένους ἄνδρας ἀπγράψηται, οὐ προσποιηθέντα τὰς τοῦ τυράννου τιμωρίας, διαμασησάμενον τὴν γλῶσσαν, προσπτύσαι αὐτῷ, καὶ οὕτως ἐγκαρτερήσαντα ταῖς βασάνοις ἀποθανεῖν.

τούτου δὲ Λεύκιππος ἀκουστὴς γέγονε , Λευκίππου δὲ Δημόκριτος , οὗ Πρωταγόρας , καθ’ ὃν ἤκμασε Σωκράτης. καὶ ἄλλους δὲ σποράδην εστιν εὑρεῖν φυσικοὺς φιλοσόφους πρὸ Σωκράτους γενομένους· πλὴν ἀλλὰ πάντες ἀπὸ Θαλοῦ ἀρξάμενοι κατώτερον Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἠκμακότες ’ ὁ δὲ Κῦρος μετὰ πλεῖστον τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους δῆλός ἐστι γεγονὼς, διαλελοιπότων ἤδη τῶν παρ’ Ἑβραίοις προφητῶν, καὶ τῆς ἱερὰς μητροπόλεως αὐτῶν πεπολιορκημένης· ὥστε σε ὁμολογεῖν πολὺ νεώτερα Μώσεως καὶ τῶν μετ’ αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι φιλοσοφίας, καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὃς ἀκουστὴς τὰ πρῶτα γενόμενος Σωκράτους , κἄπειτα τοῖς Πυθαγορείοις ὁμιλήσας, τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ τε καὶ συνέσει καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόντισε.

γέγονε δ’ ὁ Πλάτων’ ἀμφὶ τὰ ὕστατα τῆς Περσῶν βασιλείας, μικρῷ θᾶττον Ἀλεξάνδρου τοῦ Μακεδόνος , Αὐγούστου δὲ τοῦ σεβαστοῦ οὐ πολὺ πρόσθεν ἔτεσι ὒ.

εἰ δή σοι τοιγαροῦν ὁ Πλάτων’ οἵ τε μετ’ αὐτὸν δειχθεῖεν τὰ σύμφωνα Ἑβραίοις πεφιλοσοφηκότες , ὥρα σκοπεῖν τὸν Χρόνον καθ’ ὃν οὗτος γέγονε, τόν δὲ παρ’ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν τὴν παλαιότητα τῇ πάντων τῶν Ἑλληνικῶν φιλοσόφων ἀντιπαραβάλλειν ἡλικίᾳ.

ἀλλὰ γὰρ τούτων ἀποδειχθέντων καιρὸς ἐπανελθόντας τοὺς Ἑλλήνων σοφοὺς ζηλωτὰς θεάσασθαι τῶν Ἑβραϊκῶν γεγονότας δογμάτων,

v.1.p.588
ὣστε μηκέτ᾿ εὐλόγως ἡμῖν ἐπιμέμφεσθαι τοὺς συκοφάντας, εἰ δὴ καὶ αὐτοὶ τὰ ὃμοια τοῖς αὐτῶν φιλοσόφοις ἀγαπήσαντες τὰ Ἑβραίων λόγια τιμᾶν διανενοήμεθα.