Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς τῶν νοητῶν καὶ ἀσωμάτων παιδεύσεως τε καὶ θεωρίας τῷ πανσόφῳ Μωσεῖ καὶ τοῖς Ἑβραίων προφήταις Πλάτων’ ὁ θαυμάσιος ἐπηκολουθηκέναι διὰ τῶν οἰκείων φωνῶν ἐστι δῆλος, εἴτ’ ἐξ ἀκοῆς εἰς αὐτὸν ἡκούσης μαθὼν,

v.2.p.21
(ἐπεὶ καὶ συνίσταται παρ᾿ Αἰγυπτίοις τηνικάδε τὰς διατριβὰς πεποιημένος, καθ᾿ ὃν Ἑβραῖοι τῆς οἰκείας δεύτερον ἀποπεσόντες γῆς Αἰγυπτίοις ἐπεχωρίαζον, Περσῶν ἐπικρατούντων,) εἴτε καὶ παρ᾿ ἑαυτοῦ τῇ τῶν πραγμάτων ἐπιβαλὼν φύσει, εἴτε ὁπωσοῦν ὑπὸ τοῦ θεοῦ καταξιωθεὶς τῆς γνώσεως. “ ὁ θεὸς γὰρ (φησὶν) αὐτοῖς ἐφανέρωσε. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθο— ρᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.” μάθοις δ᾿ ἂν τὸ εἰρημένον ὧδέ πη διασκοπούμενος.

Μώσεως ἐν ταῖς ἱεροφαντίαις χρησμὸν ἐκ προσώπου τοῦ θεοῦ φήσαντος “ἐγώ εἰμι ὁ ὤν. οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς”, παραθεμένου δὲ καὶ τὸν θεὸν ἄντικρυς μόνον ὄντα, καὶ τῆσδε κυρίως καὶ ἁρμοδίως ἠξιωμένον τῆς κλήσεως ἀποφηναμένου·

πάλιν τε αὖ Σολομῶνος περὶ τῆς τῶν αἰσθητῶν καὶ σωματικῶν γενέσεως τε καὶ φθορᾶς ἀνειπόντος “τί τὸ γεγονός ; αὐτὸ τὸ γενησόμενον. καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃ λαλήσει καὶ ἐρεῖ, ἴδε τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν·”

τούτοις δὲ καὶ ἡμῶν ἀκολούθως εἰς δύο τὸ πὰν διαιρούντων, εἴς τε νοητὸν καὶ αἰσθητὸν, καὶ τὸ μὲν νοητὸν ἀσώματον καὶ λογικὸν τὴν φύσιν, ἄφθαρτόν τε καὶ ἀθάνατον εἶναι ὁριζομένων, τὸ δ᾿ αἰσθητὸν ἐν ῥύσει καὶ φθορᾷ, μεταβολῇ τε καὶ τροπῇ τῆς οὐσίας ὑπάρχειν· πάν- των δ᾿ ἐπὶ μίαν ἀρχὴν ἀνακεφαλαιουμένων, ἴν τε εἶναι τὸ ἀγένητον καὶ τὸ κυρίως καὶ ἀληθῶς ὂν δογματιζόντων , τὸ πάντων ἀσωμάτων τε καὶ σωμά-

v.2.p.22
τῶν αἴτιον·

θέα τίνα τρόπον οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὰς λέξεις αὐτὰς καὶ τὰ ῥήματα τῆς Εβραίων γραφῆς παραξέσας ὁ Πλάτων’ ἐξοικειοῦται τὸ δόγμα, πλατύτερον ὧδέ πη διασαφῶν

Τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γινόμενον μὲν ἀεὶ, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ ὂν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.”

Ἀρ’ οὐ σαφῶς πέφηνεν ὁ θαυμάσιος τὸ μὲν παρὰ Μωσεῖ φῆσαν λόγιον ἐγώ εἰμι ὁ ὤν” μεταποιήσας διὰ τοῦ τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; καὶ τοῦτό γε λευκότερον διασαφήσας ἐν τῷ φάναι, μηδ’ ἄλλο εἶναι τὸ ὂν ἢ τὸ οὐ σαρκὸς ὀφθαλμοῖς ὁρώμενον, νῷ δὲ καταλαμβανόμενον. ἐρωτήσας γοῦν τί τὸ ὂν, αὐτὸς ἑαυτῷ ἀποκρίνεται, λέγων “ τὸ δὴ νοήσει μετὰ λόγου περιληπτὸν ὄν. ”

τὸ δὲ Σολομώντειον φῆσαν “ τί γεγονός; αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον·” αὐτοῖς σχεδὸν ῥήμασι διερμηνεύσας δῆλος ἂν εἴη λέγων “τὸ δ’ αἰσθήσει ἀλόγῳ δοξαστὸν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. ” οἷς καὶ ἐπιφέρει

“ Ταῦτα γὰρ πάντα μέρη χρόνου , τὸ ἦν καὶ ἔσται · ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν, οὐκ ὀρθῶς. λέγομεν γὰρ δὴ ὡς ἦν, ἐστί τε καὶ ἔσται. τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει · τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι· κινήσεις γάρ ἐστον. τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε [*](3 Πλάτων’] Tim. p, 27 d.) [*](24 Ταῦτα γὰρ — ] Plato Tim. p. 37 e.)

v.2.p.23
πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι διάχρόνον, οὐδὲ γενέσθαι ποτὲ, οὐδὲ γεγονέναι νῦν, οὐδ’ εἰσαῦθις ἔσεσθαι τὸ παράπαν, οὐδ’ ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα, αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου, γέγονεν εἴδη. καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε · τὸ γεγονὸς εἷναι γεγονὸς, καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον· ἔτι τε τὸ γενησόμενον εἶναι γενησόνενον.”

Καὶ ἵνα γε μή τις ἡμᾶς παρερμηνεύειν ἡγήσηται τὰς τοῦ φιλοσόφου φωνὰς, ὑπομνήμασι χρήσομαι τῶνδε τῶν λόγων τὴν διάνοιαν ἐκφαίνουσι. πλείους μὲν οὖν εἰς τὴν τούτων ἐπιβεβλήκασι θεωρίαν, ἐμοὶ δ’ ἐξαρκεῖ τανῦν ἀνδρὸς ἐπιφανοῦς Νουμηνίου τοῦ Πυθαγορείου παραθέσθαι λέξεις, ἃς ἐν τῷ Περὶ τἀγαθοῦ δευτέρῳ συγγράμματι ὧδέ πη διέξεισιν

‘‘Φέρε οὖν ὅση δύναμις ἐγγύτατα πρὸς τὸ ὂν ἀναγόμεθα, καὶ λέγωμεν, τὸ ὂν οὔτε ποτὲ ἦν οὔτε ποτὲ μὴ γένηται , ἀλλ’ ἔστιν ἀεὶ ἐν χρόνῳ ὡρισμένῳ, τῷ ἐνεστῶτι μόνῳ.

τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει ἀνακαλεῖν αἰῶνα, κἀγὼ συμβούλομαι· τὸν δὲ παρελθόντα χρόνον οἴεσθαι χρὴ ἡμᾶς διαπεφευγότα ἤδη διαπεφευγέναι ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι · ὅ τε αὖ μέλλων ἐστὶ μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἷναι.

οὐκ οὖν εἰκός ἐστιν ἐνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἷναι, ἢ μηκέτι, ἢ μηδέπω. ὡς τούτου γε οὕτως λεγομένου, ἐν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνατον, εἶναί τε ὁμοῦ ταὐτὸν καὶ μὴ εἶναι.