Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ τὸ τρίτον δὲ μέρος τῆς καθ’ Ἑβραίους φιλοσοφίας, — τοῦτο δ’ ἦν τὸ φυσικὸν, διαιρούμενον καὶ παρ’ αὐτοῖς εἴς τε τὴν τῶν νοητῶν καὶ ἀσωμάτων ἐποπτείαν καὶ εἰς τὴν τῶν αἰσθητῶν φυσιολογίαν, — οἱ κατὰ πάντα τέλειοι προφήται ᾔδεσάν τε καὶ τοῖς οἰκείοις, ὅτε δὴ καιρὸς ἐκάλει, κατεμίγνυον λόγοις, οὐ στοχασμοῖς καὶ θνητῆς διανοίας ἐπιτηδεύσει μαθόντ’ ἐς , οὐδ’ ἐπὶ διδασκάλοις ἀνδράσι σεμνυνόμενοι, θεοφορήσει δὲ κρείττονος δυνάμεως καὶ θείου πνεύματος ἐπιπνοίᾳ τὴν γνῶσιν ἀνατιθέντες.

ἔνθεν μυρία μὲν αὐτοῖς περὶ τῶν μελλόντων τεθέσπιστο, μυρία δὲ περὶ τῆς τοῦ παντὸς συστάσεως πεφυσιολόγητο, καὶ αὖ πάλιν μυρία περὶ ζῴων φύσεως διείληπτο, πλεῖστα δὲ ὅσα καὶ περὶ φυτῶν ταῖς οἰκείαις ἕκαστος προφητείαις κατεβέβλητο.

Μώσης δὲ καὶ λίθων δυνάμεις εὖ μάλα ἐξεπιστάμενος οὐ παρέργως ἐπὶ τῆς τοῦ ἀρχιερέως στολῆς τῇ τούτων κέχρητο θεωρίᾳ. καὶ αὖ πάλιν Σολομῶν, εἰ καί τις ἄλλος, ἐν τῇ περὶ τούτων διαπρέψαι φυσιολογίᾳ πρὸς τῆς θείας μαρτυρεῖται γραφῆς, ὧδε περιεχούσης

“ καὶ ἐλάλησε Σολομῶν τρισχιλίας παραβολὰς , καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι, καὶ ἐλάλησε περὶ τῶν ξύλων , ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου. καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἰχθύων. καὶ παρεγένοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σολομῶντος, καὶ [ἐλάμβανε δῶρα] παρὰ πάντων τῶν βασιλέων τῆς γῆς , ὅσοι ἤκουσαν τῆς σοφίας αὐτοῦ.’’

ἐντεῦθεν ὁρμώμενος καὶ ὁ τὴν

v.2.p.19
πανάρετον σοφίαν εἰς αὐτοῦ πρόσωπον ἀναθεὶς ἔφη “αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου, καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, ἐνιαυτοῦ κύκλους, καὶ ἀστέρων θέσεις, φύσεις ζῴων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας, καὶ διαλογισμοὺς ἀνθρώπων , καὶ διαφορὰς φυτῶν, καὶ δυνάμεις ῥιζῶν , ὅσα τέ ἐστι κρυπτὰ καὶ ἀφανῆ ἔγνων. ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία.’’

πάλιν τε ὁ αὐτὸς Σολομῶν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν φυσιολογῶν ἐν Ἐκκλησιαστῇ φησι ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; καὶ ἐπιλέγει “τί τὸ γεγονός ; αὐτὸ τὸ γενησόμενον · καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. ”

ταῦτα γὰρ αὐτῷ καὶ τὰ τοιαῦτα πεφυσιολόγητο περὶ τῆς σωματικῆς οὐσίας. εὕροις δ’ ἂν καὶ τοὺς ἄλλους Ἑβραίους ἐπιὼν σοφοὺς τῆς ὁμοίας οὐκ ἀμοίρους ἐπιστήμης. φυτῶν γοῦν, ὡς ἔφην ἤδη πρότερον, μυρία καὶ ζῴων πέρι, χερσαίων τε καὶ ἐνύδρων, καὶ προσέτι πτηνῶν φύσεως εἴρηται αὐτοῖς.

ναὶ μὴν καὶ περὶ τῶν ἐν οὐρανῷ ἄστρων , ἐπεὶ καὶ ἄρκτου καὶ Πλειάδος, Ὠρίωνός τε καὶ ἀρκτούρου, ὅν ἀρκτοφύλακα καὶ Βοώτην Ἕλλησι φίλον ὀνομάζειν, μνήμη τις οὐχ ἡ τυχοῦσα τοῖς τῶν δηλουμένων ἐμφέρεται γράμμασιν.

ἀλλὰ καὶ περὶ συστάσεως κόσμου, τά τε περὶ τῆς τοῦ παντὸς τροπῆς τε καὶ ἀλλοιώσεως, ψυχῆς τε περὶ οὐσίας , καὶ λογικῶν ἁπάντων φύσεως ὁρωμένης τε καὶ ἀφανοῦς δημιουργίας , τῆς τε καθόλου προνοίας, καὶ τούτων ἔτι πρότερον τὰ περὶ τοῦ πρώτου τῶν

v.2.p.20
ὅλων αἰτίου, τῆς τε τοῦ δευτέρου θεολογίας, καὶ τῶν ἄλλων τῶν διανοίᾳ μόνῃ ληπτῶν τοὺς λόγους καὶ τὰς θεωρίας εὖ μάλα καὶ ἀκριβῶς περιειλήφασιν, ὡς μὴ ἂν ἁμαρτεῖν τοὺς μετὰ ταῦτα παρ’ Ἕλλησι τὴν τούτων φύσιν ἀνηρευνηκότας πρεσβύταις οἶα νεωτέρους κατηκολουθηκέναι φάναι.

ταῦτα μὲν δὴ καὶ περὶ τῆς τοῦ παντὸς φυσιολογίας. διχῆ δὲ καὶ τὸν περὶ τούτων διαστειλάμενοι λόγον, τὸν μὲν περὶ τῶν αἰσθητῶν οὐκ εἰς ἄκρον ᾤοντο δεῖν εἰς τοὺς πολλοὺς ἐκφέρειν, οὐδέ γε τὰς αἰτίας τῆς τ’ τῶν ὄντων φύσεως τὸ δημῶδες πλῆθος ἐκδιδάσκειν, πλὴν ὅσον ἦν ἀναγκαῖον εἰδέναι, ὅτι τε μὴ ἀπηυτομάτισται τὸ πᾶν, μηδ’ εἰκῆ καὶ ὡς ἔτυχεν ἐξ ἀλόγου φορᾶς ὑφέστηκεν , ἄγεται δ’ ὑφ’ ἡνιόχῳ θεοῦ λόγῳ, καὶ δυνάμει σοφίας ἀρρήτου διακυβερνᾶται.

περὶ δὲ τῶν νοητῶν, ὅτι μέν ἐστι καὶ τίνα, ὅπη τε διατάξεως ἔχει δυνάμεως τε καὶ διαφορᾶς, εἴρηται μὲν καὶ ταῖς ἱεραῖς βίβλοις ἐγκαταβέβληται, εἰς ἐξάκουστόν τε τοῖς πᾶσι παραδέδοται , καθ’ ὅσον εἰδέναι χρῆν τοὺς εὐσεβείας μεταποιουμένους εἰς ἀνάληψιν εὐλαβοῦς καὶ σώφρονος βίου.

τὸν δὲ δὴ βαθὺν καὶ λεληθότα περὶ τούτ’ ὢν λόγον ἐν ἀπορρήτοις ζητεῖν τε καὶ διδάσκεσθαι κατελίμπανον τοῖς οἵοις τε τὰ τοιάδε μυεῖσθαι. βραχέα δὲ καὶ ὡς ἐν τύπῳ φάναι 5 εὖ ἂν ἔχοι καὶ τῆς τούτων διελθεῖν ἐποπτείας, τόν τε Πλάτωνα κἀν τούτω τὰ φίλα πεφρονηκότα τοῖς δηλουμένοις παραστῆσαι.