Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τὰ μὲν οὖν ἠθικὰ πρώτιστα πάντων φιλοτί-

v.2.p.6
μῶς ἐσπουδασμένα παρ’ αὐτοῖς ἔργοις πολὺ πρότερον τῶν λόγων μάθοις ἂν τὰ κατὰ τοὺς ἄνδρας διασκο- πούμενος, ἐπεὶ καὶ τέλος ἀγαθῶν τοῦ τε μακαρίως ζῆν ὕστατον ὅρον τὴν εὐσέβειαν τήν τε διὰ τῆς τῶν ἠθῶν κατορθώσεως πρὸς τὸν θεὸν φιλίαν ἠγάσαντό τε καὶ μετεδίωξαν, ἀλλ’ οὐ σωμάτων ἡδονὴν, κατ’ Ἐπίκουρον· οὐδ’ αὖ τὴν τριγένειαν τῶν ἀγαθῶν, κατ’ Ἀριστοτέλην, τὰ περὶ σῶμα καὶ τὰ ἐκτὸς ἐν ἴσῳ τοῖς ψυχῆς ἀγαθοῖς ἐκτετιμηκότα.

οὐ μὴν οὐδὲ τὴν ἐσχάτην ἄγνοιάν τε καὶ ἀμαθίαν, ἣν ὀνόματι σεμνοτέρῳ τινὲς ἐποχὴν ἀνειρήκασιν· ἀλλ’ οὐδ’ αὖ τῆς ψυχῆς τὴν ἀρετήν· πόση γὰρ ἐν ἀνθρώποις αὕτη, καὶ τί καθ’ ἑαυτὴν ἄνευ θεοῦ πρὸς τὸν ἄλυπον συντείνοι ἂν βίον; δι’ ὃν τὰ πάντα τῆς εἰς τὸν θεὸν ἐλπίδος, πείσματος ὥσπερ ἀρραγοῦς, ἐξάψαντες, τὸν θεοφιλῆ μόνον ἀπέφηναν εἶναι μακάριον,

ὅτι δὴ ὁ πάντων ἀγαθῶν ταμίας θεὸς, ζωῆς ὢν πάροχος καὶ αὐτῆς ἀρετῆς πηγὴ , τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἀπάντων χορηγὸς ὑπάρχων, μόνος ἂν εἴη πρὸς τὸν μακάριον βίον τῷ τὴν πρὸς αὐτὸν φιλίαν διὰ τῆς παναληθοῦς εὐσεβείας στειλαμένῳ αὐτάρκης.

ἔνθεν ὁ πάνσοφος Μώσης πρῶτος ἁπάντων ἀνθρώπων γραφῇ παραδοὺς τὸν τῶν πρὸ αὐτοῦ θεοθιλῶν Ἑβραίων βίον , τὸν πολιτικὸν ὁμοῦ καὶ πρακτικὸν δι’ ὑφηγήσως ἱστορικῆς ὑποτέθειται τρόπον. ἧς ἀρχόμενος ἀπὸ τῶν καθόλου τὴν διδασκαλίαν ἐποιήσατο, θεὸν τῶν ὅλων αἴτιον ὑποστησάμενος, κοσμογονίαν τε καὶ ἀνθρωπογονίαν ὑπογράψας.

εἶθ’ οὕτως ἀπὸ τῶν καθόλου ἐπὶ τὰ κατὰ μέρος προελθὼν τῷ λόγῳ , καὶ διὰ τῆς τῶν παλαιῶν ἀνδρῶν μνήμης εἰς τὸν τῆς ἐκείνων ἀρετῆς τε καὶ θεοσεβείας ζῆλον τοὺς φοιτητὰς παρορμήσας , οὐ μὴν ἀλλὰ καὶ αὐτὸς

v.2.p.7
αὐθέντης νόμων εὐσεβῶν τῶν πρὸς αὐτοῦ τεθέντων ἀποφανθεὶς , κατὰ πάντα δῆλος ἂν εἴη τοῦ φιλοθέου τρόπου διὰ τῆς τῶν ἠθῶν ἐπιμελείας πρόνοιαν πεπεποιημένος ὥσπερ οὖν καὶ τοῦτο προλαβὼν ὁ λόγος ἐν τοῖς πρόσθεν φανερὸν κατεστήσατο.

μακρὸν δ᾿ ἂν εἴη καὶ τοὺς ἐξῆς μετὰ Μωσέα προφήτας, τούς τε τούτων προτρεπτικοὺς μὲν ἀρετῆς, ἀποτρεπτικοὺς δὲ κακίας ἁπάσης λόγους ἐν τῷδε καταβάλλεσθαι. τί δ᾿ εἴ σοι τοῦ σοφωτάτου Σολομῶνος τὰς ἠθικὰς παραφέροιμι διδασκαλίας, αἷς οἰκεῖον λόγον ἀνέθηκε, σύγγραμμα Παροιμίας ἐπονομάσας, ἐπιτόμους γνώμας ἀποφθέγμασιν ἐοικυίας ὑποθέσει περιλαβὼν μιᾷ;

καὶ τὸν μὲν ἠθικὸν τρόπον ταύτῃ πη παῖδες Ἐβραίων , ἐκ παλαιῶν πρὶν ἢ καὶ τὰ πρῶτα στοιχεῖα μαθεῖν Ἕλληνας, αὐτοί τε ἐπαιδεύοντο καὶ τοῖς προσιοῦσι τῆς αὐτῆς ἀφθόνως ἐκοινώνουν παιδείας.