Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οἶ μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. οἶ μὲν γὰρ κυνισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν, ἄλλοι δ’ αὖ πάλιν ἡδονάς. καὶ οἶ μὲν εἰδέναι πάντα ἐκόμπαζον, οἶ δὲ ἁπλῶς μηθέν.

ἔτι δ’ οἶ μὲν ἐν μέσῳ καὶ ἐν ὄψει πάντων ἐκαλινδοῦντο , τοῖς πολλοῖς ἐξομιλοῦντες, ἄλλοι δ’ αὖ τοὐναντίον ἀπρόσιτοι καὶ

v.2.p.5
ἀπροσαύδητοι διετέλουν ὄντες.

Πλάτων μέντοι κατανοήσας ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπίνων ἐπιστήμη, πρῶτος διεῖλε, καἰ ἔφη τὴν μέν τινα περὶ τῆς τοῦ παντὸς φύσεως εἶναι πραγματείαν, τὴν δὲ περὶ τῶν ἀνθρωπίνων, τρίτην δὲ τὴν περὶ τοὺς λόγους.

ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπινα κατιδεῖν ἡμάς, εἰ μὴ τὰ θεῖα πρότερον ὀφθείη· καθάπερ γὰρ οἱ ἰατροὶ μέρη τινὰ θεραπεύοντες ἐπιμε- λοῦνται τῶν ὅλων σωμάτων πρῶτον, οὕτω χρῆναι καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων φύσιν εἰδέναι πρότερον· μέρος τε εἶναι τῶν ὄντων τὸν ἄνθρωπον, καὶ τἀγαθὸν διττὸν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντὸς, κυριώτερον δὲ τὸ τοῦ παντός· διὰ γὰρ ἐκείνου καὶ τοῦτο γίγνεσθαι.

φησὶ δ’ Ἀριστόξενος ὁ μουσικὸς Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. ᾿Αθήνησι γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινὰ, κἄπειτα αὐτοῦ πυνθάνεσθαι τί ποιῶν φιλοσοφοίη· τοῦ δὲ εἰπόντος ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπίνου βίου , καταγελάσαι τὸν Ἰνδὸν , λέ- γοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπινα καταδεῖν, ἀγνοοῦντά γε τὰ θεῖα.

τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν οὐκ ἂν δύναιτό τις διατεινόμενος εἰπεῖν. διεῖλε δ᾿ οὖν ὁ Πλάτων᾿ τήν τε περὶ τῶν ὅλων φιλοσοφίαν καὶ τὴν πολιτικὴν, ἔτι δὲ τὴν λογικήν.”

Τοιαύτης οὔσης τῆς κατὰ Πλάτωνα φιλοσοφίας καιρὸς καὶ τὴν Ἑβραίων ἐπισκέψασθαι , μακρῷ πρόσθεν ἢ Πλάτωνα γενέσθαι τὸν ὅμοιον πεφιλοσοφηκότων τρόπον. εὕροις δ’ ἂν οὖν καὶ παρ’ αὐτοῖς d τήνδε σύμφωνον τὴν τριμέρειαν ἠθικῶν τε καὶ λο- γικῶν καὶ φυσικῶν μαθημάτων, τόνδε ἐπιστήσας τὸν τρόπον.