Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ γὰρ πάντων τούτων χρόνος ἐτελειώθη καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ δὴ καὶ τὸ γήινον ἤδη πᾶν ἀνάλωτο γένος, πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, καὶ ὅσα ἦν ἑκάστῃ προσταχθὲν , τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης, , τότε δὴ τοῦ παντὸς ὁ μὲν κυβερνήτης , οἷον πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὐτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία.

πάντες οὖν οἱ κατὰ τοὺς τόπους ξυνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοὶ, γνόντες ἤδη τὸ γιγνόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς αὐτῶν ἐπιμελείας. ὁ δὲ μεταστρεφόμενος καὶ ξυμβάλλων , ἀρχῆς τε καὶ τελευτῆς

v.2.p.71
ἐναντίαν ὁρμὴν ὁρμηθεὶς, σεισμὸν πολὺν ἐν ἑαυτῷ ποιῶν , ἄλλην αὖ φθορὰν ζῴων παντοίων ἀπειργάσατο.

μετὰ δὲ ταῦτα προελθόντος ἱκανοῦ χρόνου, θορύβου τε καὶ ταραχῆς ἤδη παυόμενος καὶ τῶν σεισμῶν, γαλήνης ἐπιλαβόμενος , εἴς τε τὸν εἰωθότα δρόμον τὸν ἑαυτοῦ κατακοσμούμενος ᾔει, ἐπιμέλειαν καὶ κράτος ἔχων αὐτὸς τῶν ἐν αὐτῷ τε καὶ ἑαυτοῦ.”

Καὶ μετὰ βραχέα αὖ φησι

“ Διὸ Διὸ δὴ καὶ τότ’ ἤδη θεὸς ὁ κοσμήσας αὐτὸν, καθορῶν ἐν ἀπορίᾳ ὄντα, κηδόμενος ἔνα μὴ χειμασθεὶς ὑπὸ ταραχῆς διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα τόπον δύῃ , πάλιν ἔφεδρος αὐτοῦ τῶν πηδαλίων γενόμενος, τὰ νοσήσαντα καὶ λυθέντα ἐν τῇ καθ’ αὑτὸν προτέρᾳ περιόδῳ στρέψας, κοσμεῖ τε καὶ ἐπανορθῶν ἀθάνατον αὐτὸν καὶ ἀγήρων ἀπεργάζεται. τοῦτο μὲν τέλος πάντων εἴρηται.