Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Γένεσις δὲ τίς τότ᾿ ἦν, ὦ ξένε, ζῴων, καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεννῶντο;

Δῆλον, ὦ Σώκρατες, ὅτι τὸ μὲν ἐξ ἀλλήλων οὐκ ἦν ἐν τῇ τότε φύσει γεννώμενον,τὸ δὲ γηγενὲς εἶ-

v.2.p.70
ναί ποτε γένος λεχθὲν, τοῦτ’ ἦν τὸ κατ’ ἐκεῖνον τὸν χρόνον ἐκ γῆς πάλιν ἀναστρεφόμενον , ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέρων προγόνων τῶν πρώτων, οἱ τελευτώσῃ μὲν τῇ προτέρᾳ περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν , τῆσδε δὲ κατ’ ἀρχὰς ἐφύοντο· τούτων τῶν γὰρ οὗτοι κήρυκες ἐγένονθ’ ἡμῖν τῶν λόγων, οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται.

τὸ γὰρ ἐντεῦθέν , οἶμαι , χρὴ ξυννοεῖν. ἐχόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν, ἐκ τῶν τετελευτηκότων αὖ, κειμένων δ’ ἐν γῇ πάλιν ἐκεῖ συνισταμένους καὶ ἀναβιωσκομένους ἕπεσθαι τῇ τροπῇ, ξυνανακυκλουμένης εἰς τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν τρόπον ἐξ ἀνάγκης φυομένους οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον, ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισε.

Κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται τοῖς ἔμπροσθεν.”

Εἶτ’ αὖ πάλιν ἑξῆς προιὼν τὰ ὅμοια τοῖς ‘ Εβραίων δόγμασι περὶ τῆς τοῦ κόσμου συντελείας τοῦτον διέξεισι τὸν τρόπον